Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 103
Κλέαρχος χαλεπός ---, προύδωκαν τὴν πόλιν τοῖς περὶ τὸν ᾿Αλκιβιάδην. οὗτοι δὲ ὡς λύσοντες τὴν πολιορκίαν καὶ τὰς δυνάμεις ἀπάξοντες εἰς ᾿Ιωνίαν δείλης ταῖς ναυσὶ πάσαις ἐξέπλευσαν, καὶ τὸ πεζὸν στράτευμα μέχρι τινὸς ἀπαγαγόντες, ὡς ἐπέλαβεν ἡ νύξ, πάλιν ὑπέστρεψαν καὶ περὶ μέσας [τὰς] νύκτας προσέμιξαν τῇ πόλει. καὶ τὰς μὲν τριήρεις ἀπέστειλαν προστάξαντες ἀφέλκειν τὰ πλοῖα καὶ κραυγὴν ποιεῖν, ὡς ἁπάσης ἐκεῖ τῆς δυνάμεως οὔσης, αὐτοὶ δὲ μετὰ τοῦ πεζοῦ στρατεύματος πρὸς τοῖς τείχεσιν ἐτήρουν τὸ συντεταγμένον παρὰ τῶν ἐνδιδόντων σύσσημον. τῶν δ᾽ ἐν ταῖς τριήρεσι ποιησάντων τὸ προσταχϑέν, καὶ τῶν πλοίων τὰ μὲν συντριβόντων ταῖς ἐμβολαῖς, τὰ δ᾽ ἀποσπώντων ταῖς σιδηραῖς χερσίν, ἔτι δὲ βοὴν ἐξαίσιον ποιούντων, οἱ μὲν κατὰ τὴν πόλιν ὄντες Πελοποννήσιοι καὶ πάντες οἱ τὴν ἀπάτην ἀγνοοῦντες ἐξεβοήϑουν ἐπὶ τοὺς λιμένας. διόπερ οἱ τὴν πόλιν προδιδόντες ἦραν τὸ σύσσημον ἀπὸ τοῦ τείχους, καὶ παρεδέχοντο τοὺς περὶ τὸν ᾿Αλκιβιάδην διὰ τῶν κλιμάκων κατὰ πολλὴν ἀσφάλειαν, ὡς ἂν τοῦ πλήϑους ἐπὶ τὸν λιμένα συνδεδραμηκότος. οἱ δὲ Πελοποννήσιοι πυϑόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον τοὺς ἡμίσεις ἐπὶ τοῦ λιμένος ἀπέλιπον, τοῖς δὲ λοιποῖς κατὰ σπουδὴν ἐξεβοήϑουν ἐπὶ τὰ κατειλημμένα τείχη. ἤδη δὲ
Note a pie di pagina
1 5 ὑπέλαβεν P
2 6 τὰς del. Dind.
3 11 ἐνδιδόντων] ἔνδον Wurm (at c. 76, 5)
4 13 συντριβόντων Wess., συντριβόμενα O
5 14 ἐμβολαῖς (vel τοῖς ἐμβόλοις) Steph., ἀποστολαῖς O (et Suidas)
6 ἀποσπώντων Wess., ἀπὸ τῶν χρωμένων O; ἀποσπᾶν πειρωμένων conicio ex c. 50, 5
7 17 ἐπὶ τοῦ λιμένος Reiske
8 24 ἀπέλειπον P
9 33 δὲ add. Reiske