Textus Originalis

104 DIODOR. XIII 67. 68.

104 DIODOR. XIII 67. 68.

πάσης τῆς δυνάμεως τῶν ᾿Αϑηναίων παρεισπεπτωκυίας, ὅμως οὐ κατεπλάγησαν, ἀλλὰ πολὺν χρόνον ἀντιστάντες εὐρώστως τοὺς ᾿Αϑηναίους ἠμύνοντο συναγωνιζομένων τῶν Βυζαντίων. καὶ πέρας οὐχ ἂν ἐκράτησαν ᾿Αϑηναῖοι τῆς πόλεως διὰ μάχης, εἰ μὴ συννοήσας τὸν καιρὸν ᾿Αλκιβιάδης ἐκήρυξε μηδὲν ἀδίκημα ποιεῖν τοῖς Βυζαντίοις: οὕτω γὰρ οἱ πολιτικοὶ μεταβαλλόμενοι τοὺς Πελοποννησίους ἠμύνοντο. ὅϑεν οἱ πλεῖστοι μὲν αὐτῶν ἀνῃρέϑησαν εὐγενῶς ἀγωνισάμενοι, οἱ δὲ περιλειφϑέντες εἰς πεντακοσίους κατέφυγον πρὸς τοὺς ἐν τοῖς ἱεροῖς βωμούς. οἱ δ᾽ ᾿Αϑηναῖοι τοῖς μὲν Βυζαντίοις ἀπέδωκαν τὴν πόλιν, συμμάχους αὐτοὺς ποιησάμενοι: πρὸς δὲ τοὺς ἐπὶ τοῖς βωμοῖς ὄντας ἱκέτας ὁμολογίας ἔϑεντο, τὰ μὲν ὅπλα παραλαβεῖν, τὰ δὲ σώματα εἰς ᾿Αϑήνας κομίσαντες ἐπιτρέψαι τῷ δήμῳ περὶ αὐτῶν. 68 Τοῦ δ᾽ ἔτους τούτου διελϑόντος ᾿Αϑηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, ῾Ρωμαῖοι δ᾽ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον. ὀλυμπιὰς δ᾽ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καϑ᾽ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος. περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν ᾿Αϑηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλϑον τὸν ῾Ελλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν ᾿Αβύδου πάσας εἷλον. μετὰ δὲ ταῦτα Διόδωρον καὶ

Note a pie di pagina

1 3 ἀντιστάντων O-M

2 7 ποιεῖν τοῖς] ποιεῖσϑαι P

3 8 μεταβαλόμενοι P

4 11 τοὺς — βωμούς] τοῖς — βωμοῖς PF²K

5 16 κομίσαντας O-PA

6 18 τούτου add. Dind.

7 20 Παπύριον v

8 καὶ om. A

9 22 Εὐβώτας Xen. Hell. I 2, 1