Textus Originalis
Ol. 93, 1 : 408 a. Chr. 105
Μαντίϑεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς ᾿Αϑήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι. ὡς δ᾽ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι: συνέδραμον δ᾽ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν. εἶχε γὰρ πολλὴν κατάπληξιν τῶν στρατηγῶν ὁ κατάπλους: ἦγον γὰρ τῶν ἡλωκυιῶν νεῶν οὐκ ἐλάττους διακοσίων, αἰχμαλώτων δὲ ἀνδρῶν καὶ λαφύρων πλῆϑος: εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας. πλεῖστοι δ᾽ ἐπὶ τὴν ᾿Αλκιβιάδου ϑέαν συνέδραμον ἐπὶ τοὺς λιμένας, ὥστε παντελῶς ἐρημωϑῆναι τὴν πόλιν, συμφιλοτιμουμένων τοῖς ἐλευϑέροις τῶν δούλων. κατ᾽ ἐκείνους γὰρ τοὺς χρόνους οὕτω συνέβη ϑαυμασϑῆναι τὸν ἄνδρα τοῦτον, ὥσϑ᾽ οἱ μὲν ὑπερέχοντες τῶν ᾿Αϑηναίων μόγις ἐνόμιζον εὑρηκέναι δυνατὸν ἄνδρα τοῦτον φανερῶς καὶ ϑρασέως ἀντιτάξασϑαι τῷ δήμῳ δυνάμενον, οἱ δ᾽ ἄποροι ὑπειλήφεισαν συναγωνιστὴν ἕξειν ἄριστον τὸν ἀπονενοημένως συνταράξοντα τὴν πόλιν καὶ τὴν ἑαυτῶν ἐπανορϑώσοντα πενίαν. ϑράσει γὰρ πολὺ διέφερε τῶν ἄλλων, καὶ δεινότατος ἦν εἰπεῖν, καὶ κατὰ μὲν τὴν στρατηγίαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος: ἦν δὲ
Note a pie di pagina
1 2 κατέλειπον PA
2 19 δυνατὸν] del. Reiske, τὸν Wurm
3 20 τοῦτον] τὸν Hert.; δυνατὸν ἄνδρα τοῦτον del. Dind.
4 21 ὑπειλήφϑησαν PHKL
5 25 στρατηγίαν Dobraeus, στρατειὰν P, στρατείαν v