Textus Originalis
106 DIODOR. XIII 68-70.
καὶ τὴν ὄψιν καϑ᾽ ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος. καϑόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσϑ᾽ ἅμα τῇ κείνου καϑόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον. πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορϑώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον. 69 ᾿Επεὶ δ᾽ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆϑος ἐπὶ τὴν ᾿Αλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καϑόδῳ συγχαίροντες. ὁ δ᾽ ἀσπασάμενος τὰ πλήϑη φιλανϑρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καϑ᾽ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατ᾽ ἐκείνου ψηφισμάτων. διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατ᾽ ἐκείνου κυρωϑέντα: ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατ᾽ αὐτοῦ καϑ᾽ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια. τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ.
Note a pie di pagina
1 4 κείνου PA, ἐκείνου c
2 7 προετέρουν Wess.
3 16 τῶν περὶ τῶν Dind. (at c. 41, 5)
4 17 τῶν κατ᾽] κατὰ τῶν PAF
5 20 στήλας Reiske, δίκας O
6 ἐν αἷς ἦν ἡ Dobraeus, ἐν δ᾽ αἷς O
7 21 ἐκεῖνον PAL
8 23 καϑ᾽ αὐτοῦ PA