Textus Originalis

Ol. 93, 1 : 408 a. Chr. 107

Ol. 93, 1 : 408 a. Chr. 107

εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤϑελεν, ᾿Αδείμαντον καὶ Θρασύβουλον. ῾Ο δ᾽ ᾿Αλκιβιάδης ἑκατὸν ναῦς πληρώσας ἐξέπλευσεν εἰς ῎Ανδρον, καὶ καταλαβόμενος Γαύριον φρούριον ἐτείχισεν. ἐξελϑόντων δὲ τῶν ᾿Ανδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων ἐγενήϑη μάχη, καϑ᾽ ἣν ἐνίκησαν ᾿Αϑηναῖοι: τῶν δ᾽ ἐκ τῆς πόλεως πολλοὶ μὲν ἀνῃρέϑησαν, τῶν δὲ διασωϑέντων οἱ μὲν κατὰ τὴν χώραν διεσκεδάσϑησαν, οἱ δ᾽ ἐντὸς τῶν τειχῶν συνέφυγον. αὐτὸς δ᾽ ᾿Αλκιβιάδης προσβολὰς ποιησάμενος τῇ πόλει, ἐν μὲν τῷ πεφρουρημένῳ τείχει τὴν ἱκανὴν φυλακὴν κατέλιπε καὶ Θρασύβουλον ἡγεμόνα κατέστησεν, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας τήν τε Κῶν καὶ ῾Ρόδον ἐδῄωσε, καὶ συχνὰς ὠφελείας ἤϑροισε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς. 70 Λακεδαιμόνιοι δὲ τήν τε ναυτικὴν δύναμιν ἄρδην ἀπολωλεκότες καὶ μετ᾽ αὐτῆς Μίνδαρον τὸν ἡγεμόνα, ταῖς ψυχαῖς ὅμως οὐκ ἐνέδωκαν, ἀλλὰ ναύαρχον εἵλαντο Λύσανδρον, δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων καὶ τόλμαν ἔμπρακτον ἔχοντα πρὸς πᾶσαν περίστασιν: ὃς παραλαβὼν τὴν ἀρχὴν ἐκ τῆς Πελοποννήσου στρατιώτας τε κατέγραφε τοὺς ἱκανοὺς καὶ ναῦς ἐπλήρωσεν ὅσας ἐδύνατο πλεί-

Note a pie di pagina

1 1 εἵλοντο Dind., εἴλατο P, εἵλετο c

2 ἐκεῖνος οὓς O, corr. Dind.

3 2 ᾿Αδίμαντον PA

4 4 Γαύριον Rhod. ex Xen. Hell. I 4, 22, Κάτριον O

5 5 ἐπεξελϑόντων fort.

6 ᾿Ανδρίων P, ἀνδρῶν c

7 13 κατέλειπε PA

8 15 Κόων P, Κῶ v

9 19 ἄρδην De la Barre, ἀρχὴν AL, καὶ ἀρχὴν PF, καὶ τὴν ἀρχὴν c

10 24 κατέγραψε Dind.