Textus Originalis

108 DIODOR. XIII 70. 71.

108 DIODOR. XIII 70. 71.

στας. ἐκπλεύσας δὲ εἰς ῾Ρόδον, καὶ προσλαβόμενος ἐκεῖϑεν ναῦς ὅσας εἶχον αἱ πόλεις, [παραλαβὼν] ἔπλευσεν εἰς ῎Εφεσον καὶ Μίλητον. καταρτίσας δὲ καὶ τὰς ἐν ταύταις ταῖς πόλεσι τριήρεις, μετεπέμψατο τὰς ἐκ Χίου, καὶ στόλον ἐξήρτυεν ἐξ ᾿Εφέσου νεῶν ὑπάρχοντα σχεδὸν ἑβδομήκοντα. ἀκούσας δὲ Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱὸν ὑπὸ τοῦ πατρὸς ἀπεσταλμένον συμπολεμεῖν τοῖς Λακεδαιμονίοις, ἧκεν εἰς Σάρδεις πρὸς αὐτόν, καὶ παροξύνας τὸν νεανίσκον εἰς τὸν κατὰ τῶν ᾿Αϑηναίων πόλεμον μυρίους μὲν δαρεικοὺς παραχρῆμα ἔλαβεν εἰς τὸν τῶν στρατιωτῶν μισϑόν, καὶ [εἰς] τὸ λοιπὸν δὲ ὁ Κῦρος ἐκέλευσεν αἰτεῖν μηδὲν ὑποστελλόμενον: ἐντολὰς γὰρ ἔχειν παρὰ τοῦ πατρός, ὅπως ὅσα ἂν προαιρῶνται Λακεδαιμόνιοι χορηγῆσαι αὐτοῖς. ἀνακάμψας δὲ εἰς ῎Εφεσον ἀπὸ τῶν πόλεων μετεπέμπετο τοὺς δυνατωτάτους, πρὸς οὓς ἑταιρίας συντιϑέμενος ἐπηγγέλλετο τῶν πραγμάτων κατορϑωϑέντων κυρίους ἑκάστους τῶν πόλεων ποιήσειν. δι᾽ ἣν αἰτίαν συνέβη τούτους πρὸς ἀλλήλους ἁμιλλωμένους ὑπηρετεῖν πλείονα τῶν ἐπιταττομένων, καὶ ταχὺ παραδόξως εὐπορεῖν τὸν Λύσανδρον πάντων τῶν εἰς πόλεμον χρησίμων. 71 ᾿Αλκιβιάδης δὲ πυϑόμενος ἐν ᾿Εφέσῳ τὸν Λύσανδρον ἐξαρτύειν τὸν στόλον, ἀνήχϑη μετὰ πασῶν τῶν νεῶν εἰς ῎Εφεσον. ἐπιπλεύσας δὲ τοῖς λιμέσιν,

Note a pie di pagina

1 2 παραλαβὼν om. M

2 4 καὶ τὰς ἐν ταύταις ταῖς Reiske, καὶ ταύτας τὰς ἐν ταῖς O

3 5 ἐν ᾿Εφέσῳ Wess.

4 12 εἰς delevi (c. 66, 4. 79, 7)

5 13 μηδὲν ὑποστελλόμενον om. FM

6 14 ὅπως om. KL

7 16 μετέπεμπεν P

8 17 συνϑέμενος v