Textus Originalis
Ol. 93, 1 : 408 a. Chr. 109
ὡς οὐδεὶς ἀντανήγετο, τὰς μὲν πολλὰς ναῦς καϑώρμισε περὶ τὸ Νότιον, τὴν ἡγεμονίαν αὐτῶν παραδοὺς ᾿Αντιόχῳ τῷ ἰδίῳ κυβερνήτῃ, διακελευσάμενος αὐτῷ μὴ ναυμαχεῖν, ἕως ἂν αὐτὸς παραγένηται, τὰς δὲ στρατιώτιδας ναῦς ἀνέλαβε καὶ κατὰ σπουδὴν ἔπλευσεν εἰς Κλαζομενάς: αὕτη γὰρ ἡ πόλις σύμμαχος ᾿Αϑηναίων οὖσα κακῶς ἔπασχεν ὑπό τινων φυγάδων πορϑουμένη. ὁ δ᾽ ᾿Αντίοχος ὢν τῇ φύσει πρόχειρος, καὶ σπεύδων δι᾽ ἑαυτοῦ τι πρᾶξαι λαμπρόν, τῶν μὲν ᾿Αλκιβιάδου λόγων ἠμέλησε, δέκα δὲ ναῦς τὰς ἀρίστας πληρώσας, καὶ τὰς ἄλλας τοῖς τριηράρχοις παραγγείλας ἑτοίμας ἔχειν, ἂν ᾖ χρεία ναυμαχεῖν, ἐπέπλευσε τοῖς πολεμίοις προκαλεσόμενος εἰς ναυμαχίαν. ὁ δὲ Λύσανδρος πεπυσμένος παρά τινων αὐτομόλων τὴν ἄφοδον ᾿Αλκιβιάδου καὶ τῶν ἀρίστων μετ᾽ αὐτοῦ στρατιωτῶν, καιρὸν εἶναι διέλαβε πρᾶξαί τι τῆς Σπάρτης ἄξιον. διόπερ πάσαις ταῖς ναυσὶν ἀνταναχϑεὶς μίαν μὲν τὴν προπλέουσαν τῶν δέκα, καϑ᾽ ἣν ᾿Αντίοχος ἦν ἀντιτεταγμένος, κατέδυσε, τὰς δ᾽ ἄλλας τρεψάμενος ἐδίωξε, μέχρις οὗ τὰς ἄλλας πληρώσαντες οἱ τριήραρχοι τῶν ᾿Αϑηναίων παρεβοήϑησαν ἐν οὐδεμιᾷ τάξει. γενομένης δὲ ναυμαχίας ἀϑρόαις ταῖς ναυσὶν οὐ μακρὰν τῆς γῆς, ᾿Αϑηναῖοι διὰ τὴν ἀταξίαν ἠλαττώϑησαν καὶ ναῦς ἀπέβαλον δύο πρὸς ταῖς εἴκοσι: τῶν δ᾽ ἐν αὐταῖς ἀνδρῶν ὀλίγοι μὲν ἐζωγρήϑησαν,
Note a pie di pagina
1 1 πολλὰς] ἄλλας malim
2 4 αὐτῷ P, δ᾽ αὐτῷ v
3 5 δὲ om. P
4 11 τὰς add. Dind.
5 ταῖς ἄλλαις P
6 12 τριηράρχαις O
7 13 προσ- vel προκαλεσάμενος O, corr. Eich.
8 19 ἦν αὐτὸς τεταγμένος fort.
9 24 διὰ] δὲ διὰ P