Textus Originalis
110 DIODOR. XIII 71. 72.
οἱ δὲ λοιποὶ πρὸς τὴν γῆν διενήξαντο. ᾿Αλκιβιάδης δὲ πυϑόμενος τὸ γεγενημένον διὰ σπουδῆς ἀνέκαμψεν εἰς τὸ Νότιον, καὶ πάσας τὰς τριήρεις πληρώσας ἐπέπλευσε τοῖς λιμέσι τῶν πολεμίων: οὐ τολμῶντος δ᾽ ἀνταναχϑῆναι τοῦ Λυσάνδρου, τὸν πλοῦν εἰς Σάμον ἐποιήσατο. τούτων δὲ πραττομένων Θρασύβουλος ὁ τῶν ᾿Αϑηναίων στρατηγὸς μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους αὐτῶν ἀνεῖλεν: ἐγκλείσας δ᾽ αὐτοὺς εἰς πολιορκίαν ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν ᾿Αϑηναίων φρονοῦντας καταδέχεσϑαι, καὶ φρουρὰν λαβόντας συμμάχους ᾿Αϑηναίων εἶναι. μετὰ δὲ ταῦτα πλεύσας εἰς ῎Αβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατωτάταις οὖσαν τότε τῶν ἐπὶ Θράκης. 72 Οἱ μὲν οὖν στρατηγοὶ τῶν ᾿Αϑηναίων ταῦτα ἔπραξαν μετὰ τὸν οἴκοϑεν ἔκπλουν. ῎Αγις δ᾽ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἔτυχε μὲν ἐν τῇ Δεκελείᾳ διατρίβων μετὰ τῆς δυνάμεως, πυνϑανόμενος δὲ τοὺς κρατίστους τῶν ᾿Αϑηναίων μετ᾽ ᾿Αλκιβιάδου στρατευομένους, νυχτὸς ἀσελήνου τὸ στρατόπεδον ἤγαγεν ἐπὶ τὰς ᾿Αϑήνας. εἶχε δὲ πεζοὺς δισμυρίους ὀκτακισχιλίους, ὧν ἦσαν οἱ μὲν ἡμίσεις ὁπλῖται κατ᾽ ἐκλογήν, οἱ δ᾽ ἡμίσεις ψιλοί: κατηκολούϑουν δ᾽ αὐτῷ καὶ τῶν ἱππέων εἰς χιλίους διακοσίους, ὧν ἐννακοσίους μὲν Βοιωτοὶ παρείχοντο, τοὺς δὲ λοιποὺς Πελοποννήσιοι συνεξέπεμψαν. ὡς δ᾽ ἐγγὺς ἐγενήϑη τῆς πόλεως, ἔλαϑε ταῖς προφυλακαῖς ἐγγί-
Note a pie di pagina
1 5 ἀναχϑῆναι O, corr. Wess.
2 18 Δεκελείᾳ] δεικελία P