Textus Originalis
12 DIODOR. XIII 6. 7.
διακελευσάμενοι λέγειν τοῖς ἡγεμόσι τῶν Συρακοσίων, ὅτι τινὲς Καταναίων συστάντες βούλονται συχνοὺς τῶν ᾿Αϑηναίων αὐλιζομένους ἀπὸ τῶν ὅπλων ἐν τῇ πόλει νυκτὸς ἄφνω συλλαβόντες τὰς ἐν τῷ λιμένι ναῦς ἐμπρῆσαι: πρὸς δὲ τὴν τούτων συντέλειαν ἀξιοῦν τοὺς στρατηγοὺς ἐπιφανῆναι μετὰ δυνάμεως, μήποτε τῆς ἐπιβολῆς ἀποτύχωσιν. ἐλϑόντος δὲ τοῦ Καταναίου πρὸς τοὺς ἡγεμόνας τῶν Συρακοσίων καὶ δηλώσαντος τὰ προειρημένα, πιστεύσαντες περὶ τούτων οἱ στρατηγοὶ συνετάξαντο νύκτα καϑ᾽ ἣν ἐξάξουσι τὴν δύναμιν, καὶ τὸν ἄνϑρωπον ἐξαπέστειλαν εἰς τὴν Κατάνην. οἱ μὲν οὖν Συρακόσιοι κατὰ τὴν τεταγμένην νύκτα ἦγον τὸ στρατόπεδον ἐπὶ τὴν Κατάνην, οἱ δὲ ᾿Αϑηναῖοι παραπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων μετὰ πολλῆς ἡσυχίας τοῦ τε ᾿Ολυμπίου κύριοι κατέστησαν καὶ πάντα τὸν περικείμενον τόπον καταλαβόμενοι παρεμβολὴν ἐποιήσαντο. οἱ δὲ στρατηγοὶ τῶν Συρακοσίων ὡς ἤσϑοντο τὴν ἀπάτην, ταχέως ἀναστρέψαντες προσέβαλον τῇ παρεμβολῇ τῶν ᾿Αϑηναίων. ἐπεξελϑόντων οὖν τῶν πολεμίων συνέστη μάχη, καϑ᾽ ἣν οἱ ᾿Αϑηναῖοι τετρακοσίους τῶν ἐναντίων ἀνελόντες φυγεῖν ἠνάγκασαν τοὺς Συρακοσίους. οἱ δὲ τῶν ᾿Αϑηναίων στρατηγοὶ ϑεωροῦντες τοὺς πολεμίους ἱπποκρατοῦντας, καὶ βουλόμενοι βέλτιον τὰ πρὸς τὴν πολιορκίαν κατασκευάσασϑαι, πάλιν ἀπέπλευσαν εἰς τὴν Κατάνην. πέμψαντες δ᾽
Note a pie di pagina
1 4 τὰς ἐν om. P
2 6 ἠξίουν O, corr. Wurm
3 11 ἐκτάξουσι O, corr. Hert.
4 26 πολιορκίαν] δημοκρατίαν A