Textus Originalis
Ol. 93, 1 : 408 a. Chr. 111
σας, καὶ ῥᾳδίως αὐτοὺς τρεψάμενος διὰ τὸ παράδοξον, ὀλίγους μὲν ἀνεῖλε, τοὺς δ᾽ ἄλλους συνεδίωξεν ἐντὸς τῶν τειχῶν. οἱ δ᾽ ᾿Αϑηναῖοι μαϑόντες τὸ γεγενημένον, ἅπασι παρήγγειλαν τοῖς πρεσβυτέροις καὶ τοῖς μεγίστοις παισὶν ἀπαντᾶν μετὰ τῶν ὅπλων: ὧν ταχὺ τὸ προσταχϑὲν ποιησάντων, ὁ μὲν κύκλος τοῦ τείχους πλήρης ἐγένετο τῶν ἐπὶ τὸν κοινὸν κίνδυνον συνδεδραμηκότων, οἱ δὲ στρατηγοὶ τῶν ᾿Αϑηναίων ἅμ᾽ ἡμέρᾳ ϑεωροῦντες ἐκτεταγμένην τὴν τῶν πολεμίων δύναμιν εἰς φάλαγγα τὸ μὲν βάϑος εἰς τέτταρας ἄνδρας, τὸ δὲ μῆκος ἐπὶ σταδίους ὀκτώ, τότε πρῶτον κατεπλάγησαν, ϑεωροῦντες τὰ δύο μέρη σχεδὸν τοῦ τείχους ὑπὸ τῶν πολεμίων περιειλημμένα. μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐξαπέστειλαν, ὄντας παραπλησίους τὸν ἀριϑμὸν τοῖς ἐναντίοις: ὧν πρὸ τῆς πόλεως συστησαμένων ἱππομαχίαν ἐπί τινα χρόνον ἐγένετο καρτερὰ μάχη. ἡ μὲν γὰρ φάλαγξ περὶ πέντε σταδίους ἀπεῖχε τοῦ τείχους, οἱ δ᾽ ἱππεῖς συμπλακέντες ἀλλήλοις πρὸς αὐτοῖς τοῖς τείχεσι διηγωνίζοντο. οἱ μὲν οὖν Βοιωτοὶ καϑ᾽ αὑτοὺς προνενικηκότες ἐπὶ Δηλίῳ τοὺς ᾿Αϑηναίους, δεινὸν ἡγοῦντο τῶν ἡττημένων φανῆναι καταδεέστεροι: οἱ δ᾽ ᾿Αϑηναῖοι ϑεατὰς ἔχοντες τῆς ἀρετῆς τοὺς ἐπὶ τῶν τειχῶν ἐφεστῶτας καὶ κατὰ ἄνδρα γνωριζόμενοι, πᾶν ὑπέμενον ὑπὲρ τῆς νίκης. τέλος δὲ βιασάμενοι τοὺς ἀντιτεταγμένους, συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δ᾽ ἄλλους κατεδίωξαν μέχρι τῆς τῶν πεζῶν φάλαγγος. μετὰ δὲ ταῦτα
Note a pie di pagina
1 9 ἐκτεταμένην O, corr. Dind.
2 12 ὀκτώ] πεντήκοντα PL
3 22 ἡττωμένων O-M