Textus Originalis

112 DIODOR. XIII 72-74.

112 DIODOR. XIII 72-74.

οὗτοι μὲν ἐπιπορευομένων τῶν πεζῶν ἀνεχώρησαν εἰς τὴν πόλιν, ῞Αγις δὲ τότε μὲν οὐ κρίνας πολιορκεῖν ἐν ᾿Ακαδημίᾳ κατεστρατοπέδευσε, τῇ δ᾽ ὑστεραίᾳ τῶν ᾿Αϑηναίων στησάντων τρόπαιον ἐξέταξε τὴν δύναμιν καὶ προεκαλεῖτο τοὺς ἐν τῇ πόλει περὶ τοῦ τροπαίου διαγωνίσασϑαι. τῶν δ᾽ ᾿Αϑηναίων ἐξαγαγόντων τοὺς στρατιώτας καὶ παρὰ τὸ τεῖχος παραταττομένων, τὸ μὲν πρῶτον οἱ Λακεδαιμόνιοι πρὸς μάχην ὥρμησαν, ἀπὸ δὲ τῶν τειχῶν πολλοῦ πλήϑους βελῶν ἐπὶ αὐτοὺς ῥιφέντος ἀπήγαγον τὴν δύναμιν ἀπὸ τῆς πόλεως: μετὰ δὲ ταῦτα τὸ λοιπὸν τῆς ᾿Αττικῆς δῃώσαντες εἰς Πελοπόννησον ἀπηλλάγησαν. 73 ᾿Αλκιβιάδης δὲ ἐκ Σάμου μετὰ πασῶν τῶν νεῶν πλεύσας εἰς Κύμην ψευδεῖς αἰτίας ἐπέρριψε τοῖς Κυμαίοις, βουλόμενος αὐτῶν μετὰ προφάσεως διαρπάσαι τὴν χώραν. καὶ τὸ μὲν πρῶτον πολλῶν αἰχμαλώτων σωμάτων κυριεύσας ἀπῆγεν ἐπὶ τὰς ναῦς: ἐκβοηϑησάντων δὲ τῶν ἐκ τῆς πόλεως πανδημεὶ καὶ προσπεσόντων ἀπροσδοκήτως, χρόνον μέν τινα διεκαρτέρουν οἱ περὶ τὸν ᾿Αλκιβιάδην, μετὰ δὲ ταῦτα τοῖς Κυμαίοις προσγενομένων πολλῶν τῶν ἐκ τῆς πόλεως καὶ τῆς χώρας ἠναγκάσϑησαν καταλιπόντες τοὺς αἰχμαλώτους καταφυγεῖν ἐπὶ τὰς ναῦς. ὁ δ᾽ ᾿Αλκιβιάδης ἐπὶ τοῖς ἐλαττώμασι περιαλγὴς γενόμενος ἐκ Μιτυλήνης μετεπέμψατο τοὺς

Note a pie di pagina

1 5 προσεκαλεῖτο PAFJL

2 6 ἐξαγωνίσασϑαι O, corr. Hert.

3 8 οἱ add. L

4 12 ᾿Αττικῆς] δυνάμεως add. A

5 13 ἀπήγαγεν O-PM

6 22 προσγινομένων πολιτῶν ἐκ P

7 23 καταλειπόντες P

8 26 γινόμενος P