Textus Originalis

Ol. 93, 1 : 408 a. Chr. 113

Ol. 93, 1 : 408 a. Chr. 113

ὁπλίτας, καὶ πρὸ τῆς πόλεως ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο τοὺς Κυμαίους εἰς μάχην: οὐδενὸς δ᾽ ἐξιόντος δῃώσας τὴν χώραν ἀπέπλευσεν ἐπὶ Μιτυλήνην. Κυμαίων δὲ πεμψάντων εἰς ᾿Αϑήνας πρεσβείαν καὶ κατηγορούντων ᾿Αλκιβιάδου, διότι σύμμαχον πόλιν οὐδὲν ἀδικήσασαν ἐπόρϑησεν: ἐγίνοντο δὲ καὶ ἄλλαι πολλαὶ διαβολαὶ κατ᾽ αὐτοῦ: τῶν γὰρ ἐν Σάμῳ τινὲς στρατιωτῶν ἀλλοτρίως τὰ πρὸς αὐτὸν ἔχοντες ἔπλευσαν εἰς ᾿Αϑήνας, καὶ κατηγόρησαν ἐν ἐκκλησίᾳ κατ᾽ ᾿Αλκιβιάδου, ὅτι τὰ Λακεδαιμονίων φρονεῖ καὶ πρὸς Φαρνάβαζον ἔχει φιλίαν, δι᾽ ἧς ἐλπίζει καταλυϑέντος τοῦ πολέμου καταδυναστεύσειν τῶν πολιτῶν. ταχὺ δὲ τοῦ πλήϑους πιστεύοντος ταῖς διαβολαῖς, ἡ μὲν περὶ ᾿Αλκιβιάδην ἐϑραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, ὁ δὲ τῶν ᾿Αϑηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις ᾿Ερασινίδην, ᾿Αριστοκράτην, ᾿Αρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, ᾿Αριστογένην: ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρ᾽ ᾿Αλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον. ᾿Αλκιβιάδης δὲ τῆς ἀρχῆς ἐκχωρήσας τῷ Κόνωνι καὶ τὰς δυνάμεις παραδούς, τὴν μὲν εἰς ᾿Αϑήνας ἐπάνοδον ἀπέγνω, μετὰ δὲ τριήρους μιᾶς εἰς Πακτύην τῆς Θράκης ἀπεχώρησε: χωρὶς γὰρ τῆς τοῦ πλήϑους ὀργῆς καὶ τὰς ἐπενη-

Note a pie di pagina

1 2 δ᾽ om. P

2 8 τινὲς] τῶν add. P

3 10 ὅτι] διότι exspectas

4 14 περὶ Dind., πρὸς O

5 17 τοῦ ἀνδρὸς O-PA

6 18 Λυσίαν Palmerius ex c. 101, 5, Λυσανίαν O

7 19 διομένδοντα P

8 21 Θράσυλλον Palmerius

9 22 ἐξέπεμψαν PAFK