Textus Originalis

114 DIODOR. XIII 74. 75.

114 DIODOR. XIII 74. 75.

νεγμένας αὐτῷ δίκας εὐλαβεῖτο: πολλοὶ γὰρ ϑεωροῦντες αὐτὸν κακῶς φερόμενον ἐπενηνόχεισαν ἐγκλήματα πολλά: μέγιστον δ᾽ ἦν τὸ περὶ τῶν ἵππων, τετιμημένον ταλάντων ὀκτώ. Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέϑριππον εἰς ᾿Ολυμπίαν, ὁ ᾿Αλκιβιάδης κατὰ τὴν ἀπογραφὴν τὴν εἰωϑυῖαν γίνεσϑαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο, καὶ νικήσαντος τὸ τέϑριππον τήν τ᾽ ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι. ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες ᾿Αϑηναῖοι τιμωρίαν ἐπιϑῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν: αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν. 75 Προσετέϑη δὲ καὶ συνωρὶς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα, καὶ παρὰ Λακεδαιμονίοις Πλειστῶναξ ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πεντήκοντα, διαδεξάμενος δὲ τὴν ἀρχὴν Παυσανίας ἦρξεν ἔτη τετταρακαίδεκα. οἱ δὲ τὴν ῾Ρόδον νῆσον κατοικοῦντες ... καὶ ᾿Ιηλυσὸν καὶ Λίνδον καὶ Κάμειρον μετῳκίσϑησαν εἰς μίαν πόλιν τὴν νῦν καλουμένην ῾Ρόδον. ῾Ερμοκράτης δ᾽ ὁ Συρακόσιος ἀναλαβὼν τοὺς μετ᾽ αὐτοῦ στρατεύοντας ὥρμησεν ἐκ Σελινοῦντος, καὶ παραγενόμενος πρὸς τὴν ῾Ιμέραν κατεστρατοπέ-

Note a pie di pagina

1 3 τὸ τῶν (supra lin. περὶ τῶν) P

2 ἱππέων PAHf

3 4 τετιμημένον Steph., -μένων O

4 ὀκτώ] πεντήκοντα ALJK

5 5 ὑπογραφὴν O, corr. Schäfer

6 7 ἀπεγράψατο Peiresc. (et Plut. Alc. 12), ὑπεγράψατο O

7 8 νικήσαντας v, νικήσας Steph.; τοῦ τεϑρίππου fort.

8 12 περὶ om. O

9 13 οὖν add. Steph., καὶ αὐτὸς Reiske

10 14 αὐτὴν om. P

11 15 Πλειστῶναξ] πλειστόναξ PA

12 16 πεντήκοντα PAHM, ὀκτώ c

13 17 δεκατέσσαρα v, ιδ P

14 19 ᾿Ιλυσὸν AF¹

15 23 πρὸς PAL, εἰς c