Textus Originalis
Ol. 93, 1 : 408 a. Chr. 115
δευσεν ἐν τοῖς προαστείοις τῆς ἀνατετραμμένης πόλεως. διαπυϑόμενος δ᾽ ἐν ᾧ τόπῳ παρετάχϑησαν οἱ Συρακόσιοι, τὰ τῶν τετελευτηκότων ὀστᾶ συνήϑροιζε, παρασκευάσας δ᾽ ἁμάξας πολυτελῶς κεκοσμημένας, ἐπὶ τούτων παρεκόμισεν αὐτὰ ἐπὶ τὴν Συράκουσαν. αὐτὸς μὲν οὖν ἐπὶ τῶν ὅρων κατέμεινε διὰ τὸ κωλύεσϑαι τοὺς φυγάδας ὑπὸ τῶν νόμων συνιέναι, τῶν δὲ μετ᾽ αὐτοῦ τινας ἀπέστειλεν, οἳ τὰς ἁμάξας παρεκόμισαν εἰς τὰς Συρακούσας. ὁ δ᾽ ῾Ερμοκράτης ταῦτα ἔπραττεν, ὅπως ὁ μὲν Διοκλῆς ἀντιπράττων αὐτῷ περὶ τῆς καϑόδου, δοκῶν δ᾽ αἴτιος εἶναι τοῦ περιεωρᾶσϑαι τοὺς τετελευτηκότας ἀτάφους, προσκόψαι τοῖς πλήϑεσιν, αὐτὸς δὲ φιλανϑρώπως τούτοις προσενεχϑεὶς ἐπαγάγοι τὸ πλῆϑος εἰς τὴν προτέραν εὔνοιαν. τῶν οὖν ὀστῶν παρακομισϑέντων ἐνέπεσεν εἰς τὰ πλήϑη στάσις, τοῦ μὲν Διοκλέους κωλύοντος ϑάπτειν, τῶν δὲ πολλῶν συγκατατιϑεμένων. τέλος δ᾽ οἱ Συρακόσιοι ἔϑαψάν τε τὰ λείψανα τῶν τετελευτηκότων καὶ πανδημεὶ τὴν ἐκφορὰν ἐτίμησαν. καὶ ὁ μὲν Διοκλῆς ἐφυγαδεύϑη, τὸν δ᾽ ῾Ερμοκράτην οὐδ᾽ ὡς προσεδέξαντο: ὑπώπτευον γὰρ τὴν τἀνδρὸς τόλμαν, μήποτε τυχὼν ἡγεμονίας ἀναδείξῃ ἑαυτὸν τύραννον. ὁ μὲν οὖν ῾Ερμοκράτης τότε τὸν καιρὸν οὐχ ὁρῶν εὔϑετον εἰς τὸ βιάσασϑαι, πάλιν ἀνεχώρησεν εἰς
Note a pie di pagina
1 2 δ᾽ om. P
2 5 αὐτὰ fort. del.
3 τὴν] τὰς P²
4 6 Συρακοσίαν Dind. (XIV 14, 2)
5 ὁρῶν c
6 8 εἰσιέναι Wess.
7 10 ταῦτα ἔπραττεν — p. 116, 6 ῾Ερμοκράτης om. A
8 12 περιεωρακότος PL, περιεωρακέναι c, corr. Reiske
9 14 ἐπαγάγῃ O, corr. Dind.
10 16 στάσου P
11 19 ἔϑαψάν τε Dind., ϑάψαντες O
12 23 ἀναδείξει P