Textus Originalis
116 DIODOR. XIII 75. 76.
Σελινοῦντα. μετὰ δέ τινα χρόνον τῶν φίλων αὐτὸν μεταπεμπομένων ὥρμησε μετὰ τρισχιλίων στρατιωτῶν, καὶ πορευϑεὶς διὰ τῆς Γελῴας ἧκε νυκτὸς ἐπὶ τὸν συντεταγμένον τόπον. οὐ δυνηϑέντων δὲ ἁπάντων ἀκολουϑῆσαι τῶν στρατιωτῶν, ὁ μὲν ῾Ερμοκράτης μετ᾽ ὀλίγων προσελϑὼν τῷ κατὰ τὴν ᾿Αχραδινὴν πυλῶνι, καὶ τῶν φίλων τινὰς εὑρὼν προκατειλημμένους τοὺς τόπους, ἀνελάμβανε τοὺς ἀφυστεροῦντας: οἱ δὲ Συρακόσιοι τὸ γεγενημένον ἀκούσαντες σὺν τοῖς ὅπλοις ἦλϑον εἰς τὴν ἀγοράν, καϑ᾽ ἣν μετὰ πολλοῦ πλήϑους ἐπιφανέντες τόν τε ῾Ερμοκράτην καὶ τῶν συμπραττόντων αὐτῷ τοὺς πλείστους ἀπέκτειναν. τοὺς δὲ ἀπὸ τῆς μάχης διασωϑέντας μεϑιστάντες εἰς κρίσιν φυγῇ κατεδίκαζον: διόπερ τινὲς αὐτῶν πολλοῖς περιπεσόντες τραύμασιν ὡς τετελευτηκότες ὑπὸ τῶν συγγενῶν παρεδόϑησαν, ὅπως μὴ τῇ τοῦ πλήϑους ὀργῇ παραδοϑῶσιν, ἐν οἷς ἦν καὶ Διονύσιος ὁ μετὰ ταῦτα τῶν Συρακοσίων τυραννήσας. 76 Τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν ᾿Αϑήνησι μὲν ᾿Αντιγένης τὴν ἀρχὴν παρέλαβε, ῾Ρωμαῖοι δ᾽ ὑπάτους κατέστησαν Γάιον Μάνιον Αἰμίλιον καὶ Γάιον Οὐαλέριον. περὶ δὲ τούτους τοὺς χρόνους Κόνων ὁ τῶν ᾿Αϑηναίων στρατηγός, ἐπειδὴ παρέλαβε τὰς δυνάμεις ἐν Σάμῳ, τάς τε παρούσας τῶν νεῶν ἐξηρτύετο καὶ τὰς παρὰ
Note a pie di pagina
1 1 ἀχραδίνην P
2 10 εἰς P, ἐπὶ v
3 14 καϑίσταντες Bekker (c. 64, 6)
4 16 παρεσώϑησαν Rhod., παρελήφϑησαν Wurm
5 17 ὅπως — παραδοϑῶσιν om. FJM
6 18 ἐν οἷς ἦν O
7 ἦν P, om. c, εἷς ἦν Cobet
8 22 Γάιον Μάνιον Marcus Liv. IV 53
9 26 ἐξήρτυζε malim