Textus Originalis

Ol. 93, 2 : 407 a. Chr. 117

Ol. 93, 2 : 407 a. Chr. 117

τῶν συμμάχων ἤϑροιζε, σπεύδων ἐφάμιλλον κατασκευάσαι τὸν στόλον ταῖς τῶν πολεμίων ναυσίν. οἱ δὲ Σπαρτιᾶται, τῷ Λυσάνδρῳ διεληλυϑότος ἤδη τοῦ τῆς ναυαρχίας χρόνου, Καλλικρατίδαν ἐπὶ τὴν διαδοχὴν ἀπέστειλαν. οὗτος δὲ νέος μὲν ἦν παντελῶς, ἄκακος δὲ καὶ τὴν ψυχὴν ἁπλοῦς, οὔπω τῶν ξενικῶν ἠϑῶν πεπειραμένος, δικαιότατος δὲ Σπαρτιατῶν: ὁμολογουμένως δὲ καὶ κατὰ τὴν ἀρχὴν οὐδὲν ἔπραξεν ἄδικον οὔτ᾽ εἰς πόλιν οὔτ᾽ εἰς ἰδιώτην, ἀλλὰ καὶ τοῖς ἐπιχειροῦσιν αὐτὸν διαφϑείρειν χρήμασι χαλεπῶς ἔφερε καὶ δίκην παρ᾽ αὐτῶν ἐλάμβανεν. οὗτος καταπλεύσας εἰς ῎Εφεσον παρέλαβε τὰς ναῦς, μεταπεμψάμενος δὲ ... τὰς πάσας σὺν ταῖς παρὰ Λυσάνδρου παρέλαβεν ἑκατὸν τεσσαράκοντα. ἐν δὲ τῇ Χίων χώρᾳ Δελφίνιον κατεχόντων ᾿Αϑηναίων, ἐπὶ τούτους ἔπλευσε μετὰ πασῶν τῶν νεῶν καὶ πολιορκεῖν ἐπεχείρησεν. οἱ δ᾽ ᾿Αϑηναῖοι περὶ πεντακοσίους ὄντες κατεπλάγησαν τὸ μέγεϑος τῆς δυνάμεως, καὶ διεξελϑόντες ἐξέλιπον τὸ χωρίον ὑπόσπονδοι. Καλλικρατίδας δὲ τὸ μὲν φρούριον παραλαβὼν κατέσκαψεν, ἐπὶ δὲ Τηίους πλεύσας, καὶ νυχτὸς παρεισπεσὼν ἐντὸς τῶν τειχῶν, διήρπασε τὴν πόλιν. μετὰ δὲ ταῦτα πλεύσας εἰς Λέσβον, τῇ Μηϑύμνῃ προσέβαλε μετὰ τῆς δυνάμεως παρ᾽

Note a pie di pagina

1 3 καὶ κατὰ AFK, καὶ P, κατὰ c

2 13 δὲ om. v; τὰς παρὰ τῶν συμμάχων add. Stroth

3 ταῖς] αἷς Reiske

4 ῎Εφεσον] παρὰ Λυσάνδρου παρέλαβε τὰς ναῦς μεταπεμψάμενος δὲ καὶ τὰς παρὰ τῶν συμμάχων ναῦς ἔσχε τὰς πάσας ἑκατὸν τεσσαράκοντα conicio

5 19 διαλυϑέντες Wurm

6 20 ὑπόσπονδον O, corr. Wess.

7 24 Μιϑυμν. AFK itemque προσέβαλλε P