Textus Originalis
118 DIODOR. XIII 76—78.
᾿Αϑηναίων ἐχούσῃ φρουράν. ποιησάμενος δὲ συνεχεῖς προσβολὰς ἐν ἀρχῇ μὲν οὐδὲν ἤνυε, μετ᾽ ὀλίγον δέ τινων ἐνδόντων αὐτῷ τὴν πόλιν παρεισέπεσεν ἐντὸς τῶν τειχῶν, καὶ τὰς μὲν κτήσεις διήρπασε, τῶν δ᾽ ἀνδρῶν φεισάμενος ἀπέδωκε τοῖς Μηϑυμναίοις τὴν πόλιν. τούτων δὲ πραχϑέντων ἐπὶ τὴν Μιτυλήνην ὥρμησε, καὶ τοὺς μὲν ὁπλίτας Θώρακι τῷ Λακεδαιμονίῳ παραδοὺς ἐκέλευσε πεζῇ κατὰ σπουδὴν ἐπείγεσϑαι, ταῖς δὲ ναυσὶν αὐτὸς παρέπλευσεν. 77 Κόνων δ᾽ ὁ τῶν ᾿Αϑηναίων στρατηγὸς εἶχε μὲν ἑβδομήκοντα ναῦς, οὕτως ἐξηρτυμένας δὲ πρὸς ναυμαχίαν ὡς οὐδεὶς ἕτερος τῶν πρότερον στρατηγῶν ἦν κατεσκευακώς. ἔτυχε μὲν οὖν ἁπάσαις ἀνηγμένος ἐπὶ τὴν βοήϑειαν τῆς Μηϑύμνης: εὑρὼν δὲ αὐτὴν ἡλωκυῖαν τότε μὲν ηὐλίσϑη πρός τινι νήσῳ τῶν ῾Εκατὸν καλουμένων, ἅμα δ᾽ ἡμέρᾳ κατανοήσας τὰς τῶν πολεμίων ναῦς προσπλεούσας, τὸ μὲν αὐτοῦ διαναυμαχεῖν ἔκρινεν ἐπισφαλὲς εἶναι πρὸς διπλασίας τριήρεις, διενοεῖτο δὲ ἔξω πλέων φυγεῖν καὶ προσεπισπασάμενός τινας τῶν πολεμίων τριήρων ναυμαχῆσαι πρὸς τῇ Μιτυλήνῃ: οὕτως γὰρ ὑπελάμβανε νικῶν μὲν ἕξειν ἀναστροφὴν εἰς τὸ διώκειν, ἡττώμενος δ᾽ εἰς τὸν λιμένα καταφεύξεσϑαι. ἐμβιβάσας οὖν τοὺς στρατιώτας ἔπλει σχολαίως ταῖς εἰρεσίαις χρώμενος, ὅπως αἱ τῶν Πελοποννησίων ἐγγίσωσιν. οἱ δὲ Λακεδαιμόνιοι προσιόντες ἀεὶ μᾶλλον ἤλαυ-
Note a pie di pagina
1 2 ἐπιγενέσϑαι v
2 12 δὲ] τὰ O
3 13 τὸ Dind., τότε O
4 αὐτοῦ Wess., αὑτοὺς O
5 22 τὴν Μυτυλήνην O, corr. Reiske
6 24 ἐκβιβάσας O, corr. Rhod.
7 26 ταῖς εἰρ. σχολαίως O-PA