Textus Originalis
Ol. 93, 2 : 407 a. Chr. 119
νον τὰς ναῦς, ἐλπίζοντες αἱρήσειν τὰς ἐσχάτας τῶν πολεμίων. τοῦ δὲ Κόνωνος ὑποχωροῦντος οἱ τὰς ἀρίστας ἔχοντες ναῦς τῶν Πελοποννησίων κατὰ σπουδὴν ἐδίωκον, καὶ τοὺς μὲν ἐρέτας διὰ τὴν συνέχειαν τῆς εἰρεσίας ἐξέλυσαν, αὐτοὶ δὲ πολὺ τῶν ἄλλων ἀπεσπάσϑησαν. ἃ δὴ συνιδὼν ὁ Κόνων, ὡς ἤδη τῆς Μιτυλήνης ἤγγιζον, ἦρεν ἀπὸ τῆς ἰδίας νεὼς φοινικίδα: τοῦτο γὰρ σύσσημον ἦν τοῖς τριηράρχοις. διόπερ αἱ μὲν ναῦς, τῶν πολεμίων ἐξαπτομένων, ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν, καὶ τὸ μὲν πλῆϑος ἐπαιάνισεν, οἱ δὲ σαλπικταὶ τὸ πολεμικὸν ἐσήμηναν. οἱ δὲ Πελοποννήσιοι καταπλαγέντες ἐπὶ τῷ γεγονότι ταχέως ἐπεχείρουν ἀντιπαρατάττειν τὰς ναῦς, τοῦ καιροῦ δ᾽ ἀναστροφὴν οὐ διδόντος οὗτοι μὲν ἐν πολλῷ ϑορύβῳ καϑειστήκεισαν διὰ τὸ τὰς ἀφυστερούσας ναῦς τὴν εἰϑισμένην λελοιπέναι τάξιν, ὁ δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐϑὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων. τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχϑεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας: οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν ᾿Αϑηναῖοι τρεψάμενοι τοὺς καϑ᾽ αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες. ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠϑροισμένων, ὁ μὲν Κόνων εὐλαβηϑεὶς
Note a pie di pagina
1 8 σύσσημον ἦν PA, ἦν τὸ σύσσημον c
2 τριηράρχαις O
3 11 σαλπιγκταὶ O
4 13 ἀντιπράττειν O, corr. Wess.
5 23 τὰς ἀφ. προσδεχόμεναι O-PAL
6 24 τάξιν ἔχοντες O-PA