Textus Originalis
120 DIODOR. XIII 78. 79.
τὸ πλῆϑος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην. τοὺς δὲ διώξαντας ᾿Αϑηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυϑεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο. ἐπικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, ᾿Αϑηναῖοι ϑεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώϑησαν εἰς Μιτυλήνην. Καλλικρατίδας δὲ τριάκοντα νεῶν κυριεύσας τὸ μὲν ναυτικὸν ἐϑεώρει τῶν πολεμίων καταλελυμένον, πεζῇ δὲ τοὺς ἀγῶνας ἤλπιζεν ὑπολείπεσϑαι. διόπερ οὗτος μὲν ἐπὶ τὴν πόλιν διέπλει, Κόνων δ᾽ ἅμα τῷ καταπλεῦσαι προσδεχόμενος τὴν πολιορκίαν, τὰ περὶ τὸν εἴσπλουν τοῦ λιμένος κατεσκεύαζεν: εἰς μὲν γὰρ τὰ βράχη τοῦ λιμένος πλοῖα μικρὰ πληρώσας λίϑων κατεπόντισε, πρὸς δὲ τοῖς βάϑεσιν ὁλκάδας καϑώρμιζεν οὔσας λιϑοφόρους. οἱ μὲν οὖν ᾿Αϑηναῖοι καὶ τῶν Μιτυληναίων ὄχλος πολὺς ἐκ τῶν ἀγρῶν διὰ τὸν πόλεμον συνεληλυϑὼς ταχέως κατεσκεύασε τὰ πρὸς τὴν πολιορκίαν. ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τοὺς στρατιώτας εἰς τὸν πλησίον τῆς πόλεως αἰγιαλὸν ἐποιήσατο παρεμβολήν, καὶ τρόπαιον ἀπὸ τῆς ναυμαχίας ἔστησεν. τῇ δ᾽ ὑστεραίᾳ τὰς κρατίστας τῶν νεῶν ἐπιλέξας, καὶ παρακελευσάμενος μὴ ἀπολείπεσϑαι τῆς ἰδίας νεώς,
Note a pie di pagina
1 9 καταλειπόντες P
2 14 τῷ] τὸ PA
3 19 καϑορμίζων f
4 21 διεληλυϑὼς O, corr. Eich.