Textus Originalis
Ol. 91, 3 : 414 a. Chr. 13
εἰς ᾿Αϑήνας τινὰς ἔγραψαν πρὸς τὸν δῆμον ἐπιστολάς, ἐν αἷς ἠξίουν ἱππεῖς ἀποστεῖλαι καὶ χρήματα: πολυχρόνιον γὰρ ἔσεσϑαι τὴν πολιορκίαν ὑπελάμβανον. οἱ δ᾽ ᾿Αϑηναῖοι τριακόσια τάλαντα καὶ τῶν ἱππέων τινὰς ἐψηφίσαντο πέμπειν εἰς τὴν Σικελίαν. 5 Τούτων δὲ πραττομένων Διαγόρας ὁ κληϑεὶς ἄϑεος, διαβολῆς τυχὼν ἐπ᾽ ἀσεβείᾳ καὶ φοβηϑεὶς τὸν δῆμον, ἔφυγεν ἐκ τῆς ᾿Αττικῆς: οἱ δ᾽ ᾿Αϑηναῖοι τῷ ἀνελόντι Διαγόραν ἀργυρίου τάλαντον ἐπεκήρυξαν. 7 Κατὰ δὲ τὴν ᾿Ιταλίαν ῾Ρωμαῖοι πρὸς Αἴκους πόλεμον ἔχοντες Λαβικοὺς ἐξεπολιόρκησαν. ταῦτα μὲν οὖν ἐπράχϑη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 2 ᾿Επ᾽ ἄρχοντος δ᾽ ᾿Αϑήνησι Τισάνδρου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Λουκρήτιον, Γάιον Σερουίλιον, ᾿Αγρίππαν Μενήνιον, Σπούριον Οὐετούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι πρέσβεις ἀποστείλαντες εἴς τε Κόρινϑον καὶ Λακεδαίμονα παρεκάλουν βοηϑῆσαι καὶ μὴ περιορᾶν αὐτοὺς περὶ τῶν ὅλων κινδυνεύοντας. συνηγορήσαντος δ᾽ αὐτοῖς ᾿Αλκιβιάδου Λακεδαιμόνιοι μὲν ψηφισάμενοι βοηϑεῖν τοῖς Συρακοσίοις στρατηγὸν εἵλοντο Γύλιππον, Κορίνϑιοι δὲ πλείονας μὲν τριήρεις παρεσκευάζοντο πέμπειν, τότε δὲ μετὰ Γυλίππου Πύϑην μετὰ δύο τριήρων προαπέστειλαν εἰς Σικελίαν. ἐν δὲ τῇ Κατάνῃ Νι-
Note a pie di pagina
1 1 πρὸς] ἐπὶ Pf
2 3 ὑπελάμβανον om. AL (cf. XIV 41, 3)
3 5 Σικελίαν] ᾿Ιταλίαν AH
4 7 ἐπ᾽ ἀσεβείᾳ Wurm, ἐπ᾽ ἀσεβείαις O
5 8 τῷ] μὴ add. A
6 10 αἰκοὺς P
7 11 Λαβίνους O, corr. Pighius
8 13 Πισάνδρου P, Πεισάνδρου v, corr. Dind.
9 15 Λουκρήτιον O-PA
10 16 Οὐετούριον] ῥουίλιον add. P; Sp. Rutilius Crassus Liv. IV 44
11 24 Πύϑη P
12 δύο] δό P
13 25 εἰς Σικελίαν L, ἐν Σικελίᾳ c