Textus Originalis
Ol. 93, 2 : 407 a. Chr. 121
ἀνήχϑη, σπεύδων εἰς τὸν λιμένα πλεῦσαι καὶ λῦσαι τὸ διάφραγμα τῶν πολεμίων. ὁ δὲ Κόνων τοὺς μὲν εἰς τὰς τριήρεις ἐνεβίβασε καὶ κατὰ τὸν διέκπλουν ἀντιπρῴρους κατέστησε, τοὺς δ᾽ ἐπὶ τὰ μεγάλα πλοῖα διέταξε, τινὰς δ᾽ ἐπὶ τὰς χηλὰς τοῦ λιμένος παρέπεμψεν, ὅπως πανταχόϑεν ᾖ πεφραγμένος καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν. αὐτὸς μὲν οὖν ὁ Κόνων τὰς τριήρεις ἔχων ἐναυμάχει, πληρώσας τὸν μεταξὺ τόπον τῶν διαφραγμάτων: οἱ δ᾽ ἐπὶ τῶν μεγάλων πλοίων ἐφεστῶτες ἐπέρριψαν ταῖς τῶν πολεμίων ναυσὶ τοὺς ἀπὸ τῶν κεραιῶν λίϑους: οἱ δ᾽ ἐπὶ ταῖς χηλαῖς τοῦ λιμένος τεταγμένοι διεκώλυον τοὺς ἀποτολμῶντας εἰς τὴν γῆν ἀποβαίνειν. οἱ δὲ Πελοποννήσιοι τῆς τῶν ᾿Αϑηναίων φιλοτιμίας ἐλείποντο οὐδέν. ταῖς γὰρ ναυσὶν ἀϑρόαις ἐπιπλεύσαντες, καὶ τοὺς ἀρίστους ἄνδρας ἐπὶ τὰ καταστρώματα τάξαντες, τὴν ναυμαχίαν ἅμα καὶ πεζὴν ἐποιοῦντο μάχην: βιαζόμενοι γὰρ εἰς τὰς τῶν ἀντιτεταγμένων ναῦς ταῖς πρῴραις ἐπέβαινον τετολμηκότως, ὡς οὐχ ὑποστησομένων τὸ δεινὸν τῶν προηττημένων. οἱ δ᾽ ᾿Αϑηναῖοι καὶ Μιτυληναῖοι μίαν ὁρῶντες ἀπολειπομένην σωτηρίαν τὴν ἐκ τῆς νίκης, εὐγενῶς ἀποϑνήσκειν ἔσπευδον ὑπὲρ τοῦ μὴ λιπεῖν τὴν τάξιν. κατεχούσης δὲ φιλοτιμίας ἀνυπερβλήτου τὰ στρατόπεδα πολὺς ἐγένετο φόνος, ἁπάντων ἀφειδῶς τὰ σώματα τοῖς κινδύνοις
Note a pie di pagina
1 1 καὶ λῦσαι om. AL
2 3 ἀνεβίβασεν O, corr. Dind.
3 10 ἐπέρριπτον M
4 14 ἐλίποντο οὐδὲν P, ἐλείποντο AFKL, οὐκ ἐλείποντο c
5 18 βιαζόμενοι μὲν γὰρ ἅμα O; ἅμα del. Wess., μὲν del. Bek.
6 20 τετολμηκότες O, corr. Dind.
7 25 φόνος Madvig, πόλεμος O