Textus Originalis

122 DIODOR. XIII 79. 80.

122 DIODOR. XIII 79. 80.

παραρριπτόντων. οἱ μὲν γὰρ ἐπὶ τῶν καταστρωμάτων ὑπὸ τοῦ πλήϑους τῶν εἰς αὐτοὺς φερομένων βελῶν κατετιτρώσκοντο, καὶ τινὲς μὲν ἐπικαίρως πληγέντες ἔπιπτον εἰς τὴν ϑάλατταν, τινὲς δ᾽ οὐκ αἰσϑανόμενοι ϑερμῶν ἔτι τῶν πληγῶν οὐσῶν διηγωνίζοντο: πλεῖστοι δ᾽ ὑπὸ τῶν λιϑοφόρων κεραιῶν ἔπιπτον, ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίϑους ὑπερμεγέϑεις τῶν ᾿Αϑηναίων. οὐ μὴν ἀλλὰ τῆς μάχης ἐπὶ πολὺν χρόνον γενομένης, καὶ πολλῶν παρ᾽ ἀμφοτέροις ἀπολλυμένων, ὁ Καλλικρατίδας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας, βουλόμενος αὐτοὺς διαναπαῦσαι. μετὰ δέ τινα καιρὸν πάλιν πληρώσας τὰς ναῦς, καὶ πολὺν διαγωνισάμενος χρόνον, μόγις τῷ τε πλήϑει τῶν νεῶν καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν ἐξέωσε τοὺς ᾿Αϑηναίους. ὧν συμφυγόντων εἰς τὸν ἐν τῇ πόλει λιμένα, διέπλευσε τὰ διαφράγματα, καὶ καϑωρμίσϑη πλησίον τῆς πόλεως τῶν Μιτυληναίων. ὁ γὰρ εἴσπλους ὑπὲρ οὗ διηγωνίζοντο λιμένα μὲν εἶχε καλόν, ἐκτὸς δὲ τῆς πόλεώς ἐστιν. ἡ μὲν γὰρ ἀρχαία πόλις μικρὰ νῆσός ἐστιν, ἡ δ᾽ ὕστερον προσοικισϑεῖσα τῆς ἀντιπέραν ἐστὶ Λέσβου: ἀνὰ μέσον δ᾽ αὐτῶν ἐστιν εὔριπος στενὸς καὶ ποιῶν τὴν πόλιν ὀχυράν. ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τὴν δύναμιν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ πανταχόϑεν προσβολὰς ἐποιεῖτο. καὶ τὰ μὲν κατὰ τὴν Μιτυλήνην ἐν τούτοις ἦν.

Note a pie di pagina

1 1 ἐπὶ Dind., ἀπὸ O

2 12 διαναπαῦσαι αὐτοὺς P; αὐτοὺς fort. del.

3 14 μόγις τῷ Dind., μεγίστῳ O

4 19 διηγωνίζετο O-L

5 εἶχε] ἔχει fort.

6 25 τὴν om. A