Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 123
80 Κατὰ δὲ Σικελίαν Συρακόσιοι πέμψαντες εἰς Καρχηδόνα πρέσβεις περί τε τοῦ πολέμου κατεμέμφοντο καὶ [εἰς] τὸ λοιπὸν ἠξίουν παύσασϑαι τῆς διαφορᾶς. οἷς οἱ Καρχηδόνιοι τὰς ἀποκρίσεις ἀμφιβόλους δόντες, ἐν μὲν τῇ Λιβύῃ μεγάλας παρεσκευάζοντο δυνάμεις, ἐπιϑυμοῦντες ἁπάσας τὰς ἐν τῇ νήσῳ πόλεις καταδουλώσασϑαι: πρὶν ἢ δὲ τὰ στρατόπεδα διαβιβάζειν, καταλέξαντες τῶν πολιτῶν τινας καὶ τῶν ἄλλων Λιβύων τοὺς βουλομένους ἔκτισαν ἐν τῇ Σικελίᾳ πρὸς αὐτοῖς τοῖς ϑερμοῖς ὕδασι πόλιν, ὀνομάσαντες Θέρμα. Τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν ᾿Αϑήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Καλλίας, ἐν δὲ τῇ ῾Ρώμῃ κατεστάϑησαν ὕπατοι Λεύκιος Φούριος καὶ Γναῖος Πομπήιος. περὶ δὲ τούτους τοὺς χρόνους Καρχηδόνιοι τοῖς περὶ Σικελίαν εὐτυχήμασι μετεωριζόμενοι, καὶ σπεύδοντες ἁπάσης τῆς νήσου κυριεῦσαι, μεγάλας δυνάμεις ἐψηφίσαντο παρασκευάζεσϑαι: ἑλόμενοι δὲ στρατηγὸν ᾿Αννίβαν τὸν κατασκάψαντα τήν τε τῶν Σελινουντίων καὶ τὴν τῶν ῾Ιμεραίων πόλιν, ἅπασαν αὐτῷ τὴν κατὰ τὸν πόλεμον ἐξουσίαν ἐπέτρεψαν. παραιτουμένου δὲ διὰ τὸ γῆρας, προσκατέστησαν καὶ ἄλλον στρατηγὸν ῾Ιμίλκωνα τὸν ῎Αννωνος, ἐκ τῆς αὐτῆς ὄντα συγγενείας. οὗτοι δὲ κοινῇ συνεδρεύσαντες ἔπεμψάν τινας τῶν ἐν ἀξιώματι παρὰ τοῖς Καρχηδονίοις ὄντων μετὰ πολλῶν χρημάτων, τοὺς μὲν εἰς ᾿Ιβηρίαν, τοὺς δ᾽ εἰς τὰς Βαλιαρίδας νήσους, παρακελευσάμενοι
Note a pie di pagina
1 3 εἰς delevi
2 15 Φρούριος PAFM
3 Πομπήιος] Cornelius fasti (Liv. IV 54)
4 20 καὶ om. P
5 21 ἅπας P