Textus Originalis
124 DIODOR. XIII 80. 81.
ξενολογεῖν ὡς πλείστους. αὐτοὶ δ᾽ ἐπῄεσαν τὴν Λιβύην καταγράφοντες στρατιώτας Λίβυας καὶ Φοίνικας καὶ τῶν πολιτικῶν τοὺς κρατίστους. μετεπέμποντο δὲ καὶ παρὰ τῶν συμμαχούντων αὐτοῖς ἐϑνῶν καὶ βασιλέων στρατιώτας Μαυρουσίους καὶ Νομάδας καί τινας τῶν οἰκούντων τὰ πρὸς τὴν Κυρήνην κεκλιμένα μέρη. ἐκ δὲ τῆς ᾿Ιταλίας μισϑωσάμενοι Καμπανοὺς διεβίβασαν εἰς Λιβύην: ἤδεισαν γὰρ τὴν μὲν χρείαν αὐτῶν μεγάλα συμβαλλομένην, τοὺς δ᾽ ἐν Σικελίᾳ καταλελειμμένους Καμπανοὺς διὰ τὸ προσκεκοφέναι τοῖς Καρχηδονίοις μετὰ τῶν Σικελιωτῶν ταχϑησομένους. τέλος δὲ τῶν δυνάμεων ἀϑροισϑεισῶν εἰς Καρχηδόνα συνήχϑησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δ᾽ ῎Εφορος, τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖα συνήγαγον πλείω τῶν χιλίων: προαποστειλάντων δ᾽ αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν ῎Ερυκα τόποις. γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφϑάρησαν, αἱ δ᾽ ἄλλαι νυχτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος. ἀπαγγελϑείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, ᾿Αννίβας ὁ στρατηγὸς
Note a pie di pagina
1 5 μαρουσίους P
2 9 συμβαλομένην P
3 11 τοὺς Καρχηδονίους O, corr. Wess. (πρὸς τοὺς Καρχ. M)
4 16 μυριάδες Wurm, μυριάδων O
5 21 ἐφάνησαν P
6 23 δεκαπέντε P