Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 125

Ol. 93, 3 : 406 a. Chr. 125

ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα: ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασϑαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν. διαβοηϑείσης δὲ τῆς ᾿Αννίβα βοηϑείας κατὰ τὴν νῆσον, ἅπαντες προσεδόκων καὶ τὰς δυνάμεις εὐϑέως διαβιβασϑήσεσϑαι. αἱ δὲ πόλεις τὸ μέγεϑος τῆς παρασκευῆς ἀκούουσαι, καὶ συλλογιζόμεναι τὸν ἀγῶνα περὶ τῶν ὅλων ἐσόμενον, οὐ μετρίως ἠγωνίων. οἱ μὲν οὖν Συρακόσιοι πρός τε τοὺς κατ᾽ ᾿Ιταλίαν ῞Ελληνας καὶ πρὸς Λακεδαιμονίους περὶ συμμαχίας διεπέμποντο: ἀπέστελλον δὲ καὶ πρὸς τὰς ἐν Σικελίᾳ πόλεις τοὺς παρορμήσοντας τὰ πλήϑη πρὸς τὸν ὑπὲρ τῆς κοινῆς ἐλευϑερίας κίνδυνον. ᾿Ακραγαντῖνοι δέ, ὁμοροῦντες τῇ τῶν Καρχηδονίων ἐπικρατείᾳ, διελάμβανον, ὅπερ ἦν, ἐπ᾽ αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος. ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας, ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν. κατ᾽ ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν ᾿Ακραγαντίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη: περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελϑεῖν. καὶ γὰρ ἀμπελῶνες ... τοῖς μεγέϑεσι καὶ τῷ κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληϑῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα: οὔπω γὰρ κατ᾽

Note a pie di pagina

1 11 ἐπέστελλον O, corr. Rhod.

2 12 τοὺς Rhod., πρὸς τοὺς O

3 14 ὁμοροῦντες τῇ... ἐπικρατείᾳ Dind., ὁρῶντες τὴν ... ἐπικράτειαν O

4 16 ἦν] εἰκός add. Dind.

5 19 ἀποκομίζειν P

6 20 τήν τε P, καὶ τὴν πόλιν O-PA

7 23 ἦσαν vel ὑπῆρχον add. Reiske; εἶχον γὰρ ἀμπελῶνας — διαφέροντας fort.