Textus Originalis

126 DIODOR. XIII 81. 82.

126 DIODOR. XIII 81. 82.

ἐκείνους τοὺς χρόνους τῆς Λιβύης πεφυτευμένης οἱ τὴν ᾿Ακραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον οὐσίας ἀπίστους τοῖς μεγέϑεσιν ἐκέκτηντο. πολλὰ δὲ τοῦ πλούτου παρ᾽ αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελϑεῖν. ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνϑρώπων: τῶν μὲν οὖν ἄλλων ἱερῶν τὰ μὲν κατεκαύϑη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν, τὸ δ᾽ ᾿Ολύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν: ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν ᾿Ακραγαντῖνοι τέλος ἐπιϑεῖναι τοῖς οἰκοδομήμασιν. ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. μέγιστος δ᾽ ὢν τῶν ἐν Σικελίᾳ καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεϑος τῆς ὑποστάσεως: καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά. τῶν δ᾽ ἄλλων ἢ μέχρι τοίχων τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων: συνῳκοδομοῦντο γὰρ τοῖς τοίχοις

Note a pie di pagina

1 8 μὲν οὖν] μὲν γὰρ O

2 10 δ᾽] δ᾽ οὖν O

3 15 ἑξήκοντα] ἑκατὸν add. Kiddius

4 18 ἐκτὸς] ἐκ τῶς P

5 20 προδιαίρεσις O, corr. Reiske

6 21 μέχρι] μετὰ Reiske

7 τοίχων] ϑριγκῶν Dind.; μέχρι τεγῶν vel συνεχεῖ τῷ τοίχῳ conicio

8 22 ἢ κύκλῳ κίοσι Wess., ἢ κίοσι Steph., ἡ κύκλωσις O (κυκλώσει M)

9 σηκοὺς Reiske, οἴκους O; τοίχους Steph.

10 23 μετέχειν PA (ex μετεῖχεν fort.)

11 24 συνοικοδομοῦντο PA, συνῳκοδόμηντο Dind.

12 οἱ τοῖχοι τοῖς κίοσιν O, corr. Dind.