Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 127
οἱ κίονες, ἔξωϑεν μὲν στρογγύλοι, τὸ δ᾽ ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον: καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καϑ᾽ ἣν εἰς τὰ διαξύσματα δύναται ἀνϑρώπινον ἐναρμόζεσϑαι σῶμα, τὸ δ᾽ ἐντὸς ποδῶν δώδεκα. τῶν δὲ στοῶν τὸ μέγεϑος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῷ πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῷ μεγέϑει καὶ τῷ κάλλει διαφερούσαις, ἐν δὲ τῷ πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ᾗ τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον. ἦν δὲ καὶ λίμνη κατ᾽ ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος, ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάϑος εἴκοσι πηχῶν: εἰς ἣν ἐπαγομένων ὑδάτων ἐφιλοτέχνησαν πλῆϑος ἰχϑύων ἐν αὐτῇ ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις, μεϑ᾽ ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆϑος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς ϑεωμένοις. δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἃ τινὰ μὲν τοῖς ἀϑληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρϑένων καὶ παίδων ἐν οἴκῳ τρεφομένοις ὀρνιϑαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καϑ᾽ ἑαυτὸν βίου διαμένοντα. καὶ κατὰ τὴν προτέραν δὲ ταύτης ὀλυμπιάδα, δευτέραν ἐπὶ
Note a pie di pagina
1 2 νεὼς PK
2 5 τὸ] τοῦ Dind.
3 6 ἐχόντων PAF
4 8 γλυφαῖς Dind., ταῖς γλυφαῖς FK, ταῖς τε γλυφαῖς c
5 διαφερούσαις PAK, διαφέρουσαν c, corr. Dind.
6 12 ἐκτὸς] ἐκ P
7 15 ἐπηγομένων PF¹, ἐπειγομένων A (cf. XI 25, 4)
8 20 ἃ] ὧν Steph.
9 22 ἀπὸ P
10 οἴκῳ eiecto Valckenaer
11 τρεφομένων AFHK
12 25 προτέραν] πρὸ malim