Textus Originalis

128 DIODOR. XIII 82—84.

128 DIODOR. XIII 82—84.

ταῖς ἐνενήκοντα, νικήσαντος ᾿Εξαινέτου ᾿Ακραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν ἐφ᾽ ἅρματος: συνεπόμπευον δ᾽ αὐτῷ χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρ᾽ αὐτῶν τῶν ᾿Ακραγαντίνων. καϑόλου δὲ καὶ τὰς ἀγωγὰς εὐϑὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τ᾽ ἐσϑῆτα μαλακὴν φοροῦντες καϑ᾽ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύϑοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι. 83 ᾿Ην δὲ τῶν ᾿Ακραγαντίνων σχεδὸν πλουσιώτατος κατ᾽ ἐκεῖνον τὸν χρόνον Τελλίας, ὃς κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίᾳ. πολλοὶ δὲ καὶ τῶν ἄλλων ᾿Ακραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαϊκῶς καὶ φιλανϑρώπως ὁμιλοῦντες: διόπερ καὶ ᾿Εμπεδοκλῆς λέγει περὶ αὐτῶν, ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι. καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας χειμερίου περιστάσεως οὔσης, καϑάπερ φησὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ βίβλῳ, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοϑεν προενέγκας ἔδωκεν. καὶ Πολύκλειτος ἐν ταῖς ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν

Note a pie di pagina

1 3 συνεπόμπευσε PAF

2 8 στλεγγίσι A, στέγησιν P, στέγγισι c

3 10 ἦν Madvig, ὁ O

4 πλουσιώτατος ἦν add. M

5 11 Τελλίας Dind., Γελλίας O itemque infra

6 14 ξένια Cobet (cf. c. 84, 1. VIII 25, 2. XIV 12, 3)

7 16 ἐνπεδοκλὴς P

8 18 ξένων O-PA

9 22 αὐτὸς Sintenis, αὐτοὺς O

10 23 προσενέγκας AK

11 πολύκλιτος P