Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 129

Ol. 93, 3 : 406 a. Chr. 129

οἰκίαν πιϑεῶνος λέγων ὡς διαμείναντος αὐτοῦ στρατευομένου ἐν ᾿Ακράγαντι τεϑεωρηκέναι: εἶναι δ᾽ ἐν αὐτῷ τριακοσίους μὲν πίϑους ἐξ αὐτῆς τῆς πέτρας τετμημένους, ἕκαστον ἑκατὸν ἀμφορεῖς χωροῦντα: κολυμβήϑραν δὲ παρ᾽ αὐτοῖς ὑπάρχειν κεκονιαμένην, χωροῦσαν ἀμφορεῖς χιλίους, ἐξ ἧς τὴν ῥύσιν εἰς τοὺς πίϑους γίνεσϑαι. γεγονέναι δέ φασι τὸν Τελλίαν τὸ μὲν εἶδος εὐτελῆ παντελῶς, τὸ δὲ ἦϑος ϑαυμαστόν. ἀποσταλέντος οὖν αὐτοῦ πρὸς Κεντοριπίνους κατὰ πρεσβείαν, καὶ παρεληλυϑότος εἰς τὴν ἐκκλησίαν, τὸ μὲν πλῆϑος προέπεσεν εἰς ἄκαιρον γέλωτα, ϑεωροῦν καταδεέστερον τῆς περὶ αὐτοῦ δόξης: ὁ δ᾽ ὑπολαβὼν εἶπε μὴ ϑαυμάζειν: ἐν ἔϑει γὰρ εἶναι τοῖς ᾿Ακραγαντίνοις πρὸς μὲν τὰς ἐπιδόξους πόλεις ἀποστέλλειν τοὺς κρατίστους τῷ κάλλει, πρὸς δὲ τὰς ταπεινὰς καὶ λίαν εὐτελεῖς, τοὺς ὁμοίους. 84 Οὐ μόνον δὲ περὶ τὸν Τελλίαν συνέβαινεν εἶναι τοῦ πλούτου μεγαλοπρέπειαν, ἀλλὰ καὶ περὶ πολλοὺς ἄλλους ᾿Ακραγαντίνους. ᾿Αντισϑένης γοῦν ὁ ἐπικαλούμενος ῾Ρόδος γάμους ἐπιτελῶν τῆς ϑυγατρὸς εἱστίασε τοὺς πολίτας ἐπὶ τῶν στενωπῶν ὧν ᾤκουν ἕκαστοι, καὶ ζεύγη τῇ νύμφῃ συνηκολούϑησε πλείω τῶν ὀκτακοσίων: πρὸς δὲ τούτοις οὐ μόνον οἱ κατ᾽ αὐτὴν τὴν πόλιν ἱππεῖς, ἀλλὰ καὶ τῶν ἀστυ-

Note a pie di pagina

1 1 λέγων del. Dind.

2 ὡς del. Reiske et Madvig, ὡς περὶ Hert.

3 διαμένοντα αὐτὸν στρατευόμενος Reiske (cf. p. 127, 23)

4 εἶναι del. et ante τεϑεωρηκέναι interpunxit Hert.

5 3 τριακοσίους] τὰ P

6 φησὶ P

7 8 γελλίαν P

8 ἀτελῆ P

9 τὸ δὲ] δὲ τὸ PL

10 11 προέπεσεν] O, corr. Dind.

11 21 ὁ καλούμενος P