Textus Originalis

130 DIODOR. XIII 84. 85.

130 DIODOR. XIII 84. 85.

γειτόνων πολλοὶ κληϑέντες ἐπὶ τὸν γάμον συμπροέπεμψαν τὴν νύμφην. περιττότατον δέ φασι γενέσϑαι τὸ περὶ τὴν τοῦ φωτὸς κατασκευήν: τούς τε γὰρ βωμοὺς τοὺς ἐν πᾶσι τοῖς ἱεροῖς καὶ τοὺς ἐν τοῖς στενωποῖς καϑ᾽ ὅλην τὴν πόλιν ἐπλήρωσε ξύλων, καὶ τοῖς ἐπὶ τῶν ἐργαστηρίων ἔδωκε σχίδακας καὶ κληματίδας, παραγγείλας, ὅταν ἀπὸ τῆς ἀκροπόλεως ἀναφϑῇ πῦρ, ἅπαντας ἐπιτελεῖν τὸ παραπλήσιον: ὧν ποιησάντων τὸ προσταχϑέν, καϑ᾽ ὃν καιρὸν ἤγετο ἡ νύμφη, προηγουμένων πολλῶν τῶν τὰς δᾷδας φερόντων, ἡ μὲν πόλις ἔγεμε φωτός, τὸ δὲ συνακολουϑοῦν πλῆϑος οὐκ ἐχώρουν αἱ δημόσιαι κατὰ τὸ ἑξῆς ὁδοί, πάντων συμφιλοτιμουμένων τῇ τἀνδρὸς μεγαλοπρεπείᾳ. κατ᾽ ἐκεῖνον γὰρ τὸν χρόνον ᾿Ακραγαντῖνοι μὲν ἦσαν πλείους τῶν δισμυρίων, σὺν δὲ τοῖς κατοικοῦσι ξένοις οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων. φασὶ δὲ τὸν ᾿Αντισϑένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα πολεμοῦντά τινι τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῷ τὸ ἀγρίδιον πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δ᾽ ἐπιϑυμίας ἐπίτασιν λαμβανούσης, φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσῃ τὸν γείτονα, ἀλλὰ τοὐναντίον ὅπως πλούσιος ὑπάρχῃ: οὕτως γὰρ αὐτὸν ἐπιϑυμήσειν μὲν ἀγροῦ μείζονος, οὐ δυνάμενον δὲ παρὰ τοῦ γείτονος προσαγοράσαι τὸν ὑπάρχοντα

Note a pie di pagina

1 1 τῶν γάμων P; τῷ γάμῳ fort. (c. 88, 1)

2 2 φησιν P

3 6 ἔδωκε M, om. c

4 15 πλείω PALf

5 δισμυρίων] δεκακισμυρίων Bochart

6 18 ἀγρογειτόνων Wurm, ἀπὸ γειτόνων O

7 20 ἐπιπλήττειν Eich., ἐπέπληττεν PA, ἐπέπληττε c

8 22 πῶς] ὅπως Dind.

9 ποιεῖ AL

10 23 ὑπάρχει L

11 οὕτως] οὗτος PF