Textus Originalis
14 DIODOR. XIII 7. 8.
κίας καὶ Λάμαχος οἱ τῶν ᾿Αϑηναίων στρατηγοί, παραγενομένων αὐτοῖς ἐξ ᾿Αϑηνῶν ἱππέων μὲν διακοσίων πεντήκοντα, ἀργυρίου δὲ ταλάντων τριακοσίων, ἀναλαβόντες τὴν δύναμιν ἔπλευσαν εἰς Συρακούσας. καὶ προσενεχϑέντες τῇ πόλει νυκτὸς ἔλαϑον τοὺς Συρακοσίους καταλαβόμενοι τὰς ᾿Επιπολάς. αἰσϑόμενοι δ᾽ οἱ Συρακόσιοι κατὰ τάχος ἐβοήϑουν, καὶ ἀποβαλόντες τῶν στρατιωτῶν τριακοσίους εἰς τὴν πόλιν συνεδιώχϑησαν. μετὰ δὲ ταῦτα παραγενομένων τοῖς ᾿Αϑηναίοις ἐξ Αἰγέστης τριακοσίων μὲν ἱππέων, παρὰ δὲ τῶν Σικελῶν ἱππέων διακοσίων πεντήκοντα, συνήγαγον ἱππεῖς τοὺς πάντας ὀκτακοσίους. κατασκευάσαντες δὲ περὶ τὸ Λάβδαλον ὀχύρωμα τὴν πόλιν τῶν Συρακοσίων ἀπετείχιζον καὶ πολὺν φόβον τοῖς Συρακοσίοις ἐπέστησαν. διόπερ ἐπεξελϑόντες ἐκ τῆς πόλεως ἐπεχείρησαν διακωλύειν τοὺς οἰκοδομοῦντας τὸ τεῖχος: γενομένης δ᾽ ἱππομαχίας συχνοὺς ἀποβαλόντες ἐτράπησαν. οἱ δ᾽ ᾿Αϑηναῖοι τῷ μέρει τῆς δυνάμεως τὸν ὑπερκείμενον τοῦ λιμένος τόπον κατελάβοντο, καὶ τὴν καλουμένην Πολίχνην τειχίσαντες τό τε τοῦ Διὸς ἱερὸν περιεβάλοντο καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν τὰς Συρακούσας ἐπολιόρκουν. τοιούτων δὲ ἐλαττωμάτων περὶ τοὺς Συρακοσίους γενομένων ἠϑύμουν οἱ κατὰ τὴν πόλιν: ὡς δ᾽ ἤκουσαν Γύλιππον εἰς ῾Ιμέραν καταπεπλευκέναι καὶ στρατιώτας ἀϑροίζειν, πάλιν ἐϑάρρησαν. ὁ γὰρ Γύλιππος μετὰ
Note a pie di pagina
1 6 τριακοσίους] τοῖς P
2 11 τριακ. μὲν] μὲν τριακ. Hert.
3 12 διακοσίων πεντήκοντα] τν A
4 13 ὀκτακοσίους] πεντακοσίους A
5 26 ῾Ιμέραν] μέραν P