Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 131

Ol. 93, 3 : 406 a. Chr. 131

πωλήσειν. διὰ δὲ τὸ μέγεϑος τῆς κατὰ τὴν πόλιν εὐπορίας τοσαύτην συνέβαινε τρυφὴν εἶναι παρὰ τοῖς ᾿Ακραγαντίνοις, ὥστε μετ᾽ ὀλίγον τῆς πολιορκίας γινομένης ποιῆσαι ψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως μή τις ἔχῃ πλεῖον τύλης καὶ περιστρώματος καὶ κωδίου καὶ δυεῖν προσκεφαλαίων. τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης ἔξεστι λογίζεσϑαι τὴν κατὰ τὸν λοιπὸν βίον τρυφήν. περὶ μὲν οὖν τούτων οὔτε παραδραμεῖν ἠϑελήσαμεν οὔτ᾽ ἐπὶ πλεῖον μακρολογεῖν, ἵνα μὴ τῶν ἀναγκαιοτέρων ἀποπίπτωμεν. 85 Οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν ᾿Ακραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο, μίαν μὲν ἐπί τινων λόφων, ἐφ᾽ ὧν τούς τε ῎Ιβηρας καί τινας τῶν Λιβύων ἔταξαν εἰς τετρακισμυρίους: τὴν δ᾽ ἄλλην οὐκ ἄπωϑεν τῆς πόλεως ποιησάμενοι τάφρῳ βαϑείᾳ καὶ χάρακι περιέλαβον. καὶ πρῶτον μὲν ἀπέστειλαν πρέσβεις πρὸς τοὺς ᾿Ακραγαντίνους, ἀξιοῦντες μάλιστα μὲν συμμαχεῖν αὐτοῖς, εἰ δὲ μή γε, ἡσυχίαν ἔχειν καὶ φίλους εἶναι Καρχηδονίοις ἐν εἰρήνῃ μένοντας: οὐ προσδεξαμένων δὲ τῶν ἐν τῇ πόλει τοὺς λόγους, εὐϑὺς τὰ τῆς πολιορκίας ἐνηργεῖτο. οἱ μὲν οὖν ᾿Ακραγαντῖνοι τοὺς ἐν ἡλικίᾳ πάντας καϑώπλισαν, καὶ καταστήσαντες εἰς τάξιν τοὺς μὲν ἐπὶ τῶν τειχῶν ἔστησαν, τοὺς δὲ

Note a pie di pagina

1 1 πωλήσειν] ἐκποιεῖν Reiske

2 5 πλέον v

3 15 ἐφ᾽ ὧν M, om. c

4 16 ἔταξαν] ἐκτάξαντες P

5 17 ἄπωϑε P, ἄποϑεν v

6 18 περιέλαβον Wess., περιέβαλον O

7 21 ἡσυχίαν] ἡσυχίας AL, συμμαχίας P; τὴν ἡσυχίαν Dind. ex XVI 27, 3