Textus Originalis

132 DIODOR. XIII 85. 86.

132 DIODOR. XIII 85. 86.

ἐφέδρους πρὸς τὰς τῶν καταπονουμένων διαδοχάς. συνεμάχει δ᾽ αὐτοῖς Δέξιππός τε ὁ Λακεδαιμόνιος προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων: οὗτος γὰρ κατ᾽ ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλᾳ διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πατρίδα. διόπερ ἠξίωσαν αὐτὸν οἱ ᾿Ακραγαντῖνοι μισϑωσάμενον στρατιώτας ὡς πλείστους ἐλϑεῖν εἰς ᾿Ακράγαντα: ἅμα δὲ τούτοις ἐμισϑώϑησαν καὶ οἱ πρότερον ᾿Αννίβᾳ συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες. οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν ᾿Αϑήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον. ῾Ιμίλκας δὲ καὶ ᾿Αννίβας οἱ τῶν Καρχηδονίων στρατηγοὶ διασκεψάμενοι τὰ τείχη, καὶ καϑ᾽ ἕνα τόπον ϑεωροῦντες εὐέφοδον οὖσαν τὴν πόλιν, δύο πύργους προσήγαγον τοῖς τείχεσιν ὑπερμεγέϑεις. τὴν μὲν οὖν πρώτην ἡμέραν ἐπὶ τούτων τειχομαχήσαντες καὶ συχνοὺς ἀνελόντες ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς μαχομένους: τῆς δὲ νυκτὸς ἐπιγενομένης οἱ κατὰ τὴν πόλιν ἐπεξελϑόντες ἐνεπύρισαν τὰς μηχανάς. οἱ δὲ περὶ τὸν ᾿Αννίβαν σπεύδοντες κατὰ πλείονα μέρη τὰς προσβολὰς ποιεῖσϑαι, παρήγγειλαν τοῖς στρατιώταις καϑαιρεῖν τὰ μνήματα καὶ χώματα κατασκευάζειν μέχρι τῶν τειχῶν. ταχὺ δὲ τῶν ἔργων διὰ τὴν πολυχειρίαν συντελουμένων ἐνέπεσεν εἰς τὸ στρατόπεδον πολλὴ δεισιδαιμονία.

Note a pie di pagina

1 5 αὐτὸν om. O

2 8 ἐμισϑώϑησαν M, ἐμίσϑωσαν c

3 9 ἁμίλκα PA, ᾿Αμίλκα c

4 17 ἐπὶ] ἀπὸ Hert.

5 23 καϑαιρεῖν Wess., καϑαίρειν O

6 24 σκευάζειν PAL

7 26 συνέπεσεν O, corr. Dind.