Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 133
86 Τὸν γὰρ τοῦ Θήρωνος τάφον ὄντα καϑ᾽ ὑπερβολὴν μέγαν συνέβαινεν ὑπὸ κεραυνοῦ διασεῖσϑαι: διόπερ αὐτοῦ καϑαιρουμένου τῶν τε μάντεών τινες προνοήσαντες διεκώλυσαν, εὐϑὺ δὲ καὶ λοιμὸς ἐνέπεσεν εἰς τὸ στρατόπεδον, καὶ πολλοὶ μὲν ἐτελεύτων, οὐκ ὀλίγοι δὲ στρέβλαις καὶ δειναῖς ταλαιπωρίαις περιέπιπτον. ἀπέϑανε δὲ καὶ ᾿Αννίβας ὁ στρατηγός, καὶ τῶν ἐπὶ τὰς φυλακὰς προπεμπομένων ἤγγελλόν τινες διὰ νυκτὸς εἴδωλα φαίνεσϑαι τῶν τετελευτηκότων. ῾Ιμίλκας δὲ ϑεωρῶν τὰ πλήϑη δεισιδαιμονοῦντα πρῶτον μὲν ἐπαύσατο καϑαιρῶν τὰ μνημεῖα, μετὰ δὲ ταῦτα ἱκέτευε τοὺς ϑεοὺς κατὰ τὸ πάτριον ἔϑος τῷ μὲν Κρόνῳ παῖδα σφαγιάσας, τῷ δὲ Ποσειδῶνι πλῆϑος ἱερείων καταποντίσας. οὐ μὴν ἀπέστη γε τῶν ἔργων, ἀλλὰ χώσας τὸν παρὰ τὴν πόλιν ποταμὸν μέχρι τῶν τειχῶν ἐπέστησε πάσας τὰς μηχανὰς καὶ καϑ᾽ ἡμέραν προσβολὰς ἐποιεῖτο. 87 Οἱ δὲ Συρακόσιοι ϑεωροῦντες τὴν ᾿Ακράγαντος πολιορκίαν, καὶ φοβούμενοι μὴ τῆς αὐτῆς τοῖς Σελινουντίοις καὶ τοῖς ῾Ιμεραίοις τύχωσιν οἱ πολιορκούμενοι τύχης, πάλαι μὲν ἔσπευδον ἐκπέμψαι τὴν βοήϑειαν, τότε δὲ παραγενομένων τῶν ἐξ ᾿Ιταλίας καὶ Μεσσήνης συμμάχων στρατηγὸν Δαφναῖον εἵλαντο. τὴν δὲ δύναμιν ἀϑροίσαντες παρέλαβον κατὰ τὴν ὁδὸν Καμαριναίους καὶ Γελῴους: ἔτι δὲ τῶν ἐκ τῆς μεσογείου μεταπεμψάμενοί τινας ἐπ᾽ ᾿Ακράγαντος τὴν
Note a pie di pagina
1 3 καϑαιρομένου O, corr. Wess.
2 τε] del. aut μὲν Reiske, ἡ τότε Steph.
3 11 καϑαιρῶν Wess., καϑαίρων O
4 12 τὸ om. P
5 16 ποταμὸν] τόπον Dind.
6 17 ἐποιοῦντο P
7 20 καὶ τοῖς PA, καὶ c
8 24 μὲν] οὖν add. P
9 25 Καμαρίνους v
10 ἔτι] ἐπὶ P, ἐπεὶ AFJ