Textus Originalis

134 DIODOR. XIII 86—88.

134 DIODOR. XIII 86—88.

πορείαν ἐποιοῦντο, συμπαραπλεουσῶν αὐτοῖς καὶ τῶν νεῶν τριάκοντα. εἶχον δὲ τοὺς πάντας πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δ᾽ οὐκ ἐλάττους τῶν πεντακισχιλίων. ῾Ιμίλκων δὲ πυϑόμενος τὴν τῶν πολεμίων ἔφοδον, ἀπέστειλεν αὐτοῖς ἀπαντᾶν τούς τε ῎Ιβηρας καὶ Καμπανοὺς καὶ τῶν ἄλλων οὐκ ἐλάττους τετρακισμυρίων. ἤδη δὲ τῶν Συρακοσίων τὸν ῾Ιμέραν ποταμὸν διαβεβηκότων ἀπήντησαν οἱ βάρβαροι, καὶ παρατάξεως γενομένης ἐπὶ πολὺν χρόνον ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων ἀνεῖλον. τελέως δὲ ὅλον τὸ στρατόπεδον διέφϑειραν καὶ μέχρι τῆς πόλεως κατεδίωξαν, ἀλλὰ τῶν στρατιωτῶν ἀτάκτως διωκόντων ὁ στρατηγὸς εὐλαβήϑη, μήποτε μετὰ τοῦ λοιποῦ στρατεύματος ῾Ιμίλκας ἐπιφανεὶς ἀναλάβῃ τὴν ἧτταν. καὶ γὰρ τοὺς ῾Ιμεραίους ἐγίνωσκε παρὰ τὴν αὐτὴν αἰτίαν τοῖς ὅλοις ἐπταικότας. οὐ μὴν ἀλλὰ τῶν βαρβάρων φευγόντων εἰς τὴν πρὸς ᾿Ακράγαντι παρεμβολήν, οἱ κατὰ τὴν πόλιν στρατιῶται ϑεωροῦντες τὴν τῶν Καρχηδονίων ἧτταν ἐδέοντο τῶν στρατηγῶν ἐξάγειν αὐτούς, καιρὸν εἶναι φάσκοντες τοῦ φϑεῖραι τὴν τῶν πολεμίων δύναμιν. οἱ δ᾽, εἴτε χρήμασιν ἐφϑαρμένοι, καϑάπερ ἦν λόγος, εἴτε φοβηϑέντες μὴ τῆς πόλεως ἐρημωϑείσης ῾Ιμίλκων αὐτὴν καταλάβηται, τῆς ὁρμῆς ἐπέσχον τοὺς στρατιώτας. οἱ μὲν οὖν φεύγοντες μετὰ πάσης ἀσφαλείας διεσώϑησαν εἰς

Note a pie di pagina

1 2 τριάκοντα] λ P

2 τριάκοντα νεῶν O-PA

3 εἶχον Wurm, εἶχεν P, εἶχε v

4 4 ἑπτακισχιλίων P

5 12 καὶ] ἂν καὶ Hert.; ipse malim ἄν, εἰ aut supra τελέως δ᾽ ἂν

6 14 εὐλαβήϑη PA, εὐλαβηϑεὶς f

7 ηὐλαβήϑη c

8 24 ἱμίλκων PA