Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 135
τὴν πρὸς τῇ πόλει παρεμβολήν. ὁ δὲ Δαφναῖος μετὰ τῆς δυνάμεως παραγενηϑεὶς εἰς τὴν ὑπὸ τῶν βαρβάρων ἐκλελειμμένην στρατοπεδείαν, ἐν ταύτῃ παρενέβαλεν. εὐϑὺ δὲ καὶ τῶν ἐκ τῆς πόλεως στρατιωτῶν ἐπιμιχϑέντων καὶ τοῦ Δεξίππου συγκαταβάντος αὐτοῖς, ἀπὸ συνδρομῆς εἰς ἐκκλησίαν τὰ πλήϑη συνῆλϑεν: πάντων δ᾽ ἀγανακτούντων ἐπὶ τῷ παρεῖσϑαι τὸν καιρὸν καὶ κεκρατηκότας τῶν βαρβάρων τὴν προσήκουσαν τιμωρίαν παρ᾽ αὐτῶν μὴ λαβεῖν, ἀλλὰ δυναμένους τοὺς ἐκ τῆς πόλεως στρατηγοὺς ἐπεξελϑεῖν καὶ διαφϑεῖραι τὴν τῶν πολεμίων δύναμιν ἀφεικέναι τοσαύτας μυριάδας: ϑορύβου δὲ καὶ πολλῆς κραυγῆς ἐπεχούσης τὴν ἐκκλησίαν, παρελϑὼν Μένης ὁ Καμαριναῖος ἐφ᾽ ἡγεμονίας τεταγμένος κατηγόρησε τῶν ᾿Ακραγαντίνων στρατηγῶν καὶ πάντας οὕτω παρώξυνεν, ὥστε τῶν κατηγορουμένων ἐγχειρούντων ἀπολογεῖσϑαι μηδένα προσδέχεσϑαι τοὺς λόγους, καὶ τὸ πλῆϑος ὁρμῆσαν ἐπὶ τὸ βάλλειν τοῖς λίϑοις τέσσαρας αὐτῶν καταλεῦσαι, τὸν δὲ πέμπτον, ᾿Αργεῖον καλούμενον, τὴν δ᾽ ἡλικίαν παντελῶς ὄντα νεώτερον, ἀφεϑῆναι: βλασφημίας δὲ τυγχάνειν καὶ τὸν Λακεδαιμόνιον Δέξιππον, ὅτι τεταγμένος ἐφ᾽ ἡγεμονίας καὶ δοκῶν εἶναι τῶν πολεμικῶν ἔργων οὐχ ἄπειρος τοῦτ᾽ ἔπραξε προδοσίας ἕνεκα. 88 Μετὰ δὲ τὴν ἐκκλησίαν οἱ περὶ τὸν Δαφναῖον προαγαγόντες τὰς δυνάμεις ἐπεχείρουν μὲν πολιορ-
Note a pie di pagina
1 7 δ᾽ del. Reiske
2 ἐπὶ] ἐν P
3 8 καὶ om. P
4 21 νεώτερον] νέον Hert. (at XII 75, 7)