Textus Originalis
136 DIODOR. XIII 88.
κεῖν τὴν παρεμβολὴν τῶν Καρχηδονίων, πολυτελῶς δ᾽ αὐτὴν ὁρῶντες ὠχυρωμένην ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, τὰς δ᾽ ὁδοὺς ἱππαζόμενοι τούς τ᾽ ἐν ταῖς προνομαῖς αὐτῶν κατελάμβανον καὶ τῶν σιτοπομπιῶν ἀποκλείοντες εἰς πολλὴν ἀπορίαν ἦγον. οἱ δὲ Καρχηδόνιοι παρατάττεσϑαι μὲν οὐ τολμῶντες, τῇ δὲ σιτοδείᾳ δεινῶς πιεζόμενοι, μεγάλοις ἀτυχήμασι περιέπιπτον. τῶν μὲν γὰρ στρατιωτῶν πολλοὶ διὰ τὴν σπάνιν ἀπέϑνησκον, οἱ δὲ Καμπανοὶ μετὰ τῶν ἄλλων μισϑοφόρων σχεδὸν ἅπαντες ἐπὶ τὴν ᾿Ιμίλκα σκηνὴν ὠϑούμενοι τὰς σιτομετρίας τὰς προτεταγμένας ἤτουν: εἰ δὲ μή, διηπειλοῦντο μεταβάλλεσϑαι πρὸς τοὺς πολεμίους. ὁ δ᾽ ᾿Ιμίλκας ἦν ἀκηκοώς τινος, ὅτι Συρακόσιοι πλῆϑος σίτου παρακομίζοιεν εἰς ᾿Ακράγαντα κατὰ ϑάλατταν. διόπερ ταύτην μόνην ἔχων ἐλπίδα σωτηρίας, τοὺς μὲν στρατιώτας ἔπεισεν ὀλίγας ἐπισχεῖν ἡμέρας, ἐνέχυρα δοὺς τὰ παρὰ τῶν ἐκ Καρχηδόνος στρατευομένων ποτήρια, καὶ αὐτὸς μὲν ἐκ Πανόρμου καὶ Μοτύης μεταπεμψάμενος τεσσαράκοντα τριήρεις ἐπέϑετο τοῖς τὴν ἀγορὰν παρακομίζουσιν: οἱ δὲ Συρακόσιοι, τὸν ἔμπροσϑεν χρόνον τῶν βαρβάρων τῆς ϑαλάττης παρακεχωρηκότων καὶ τοῦ χειμῶνος ἐνεστηκότος ἤδη, κατεφρόνουν τῶν Καρχηδονίων, ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις. διόπερ ὀλι-
Note a pie di pagina
1 1 πολυτελῶς] παντελῶς Bek.
2 2 ὁρῶντες] τῶν καρχηδονίων ἐμβολὴν add. P
3 5 σιτοπομπίων O
4 7 πιεζόμενοι O
5 9 σπάνην P
6 11 ἁμίλκα PA
7 12 προστεταγμένας PL
8 13 μεταβαλεῖσϑαι Dind.
9 24 ὡς add. M et Steph.
10 25 τολμησάντων Pa (cf. c. 79, 1 et XIV 17, 10)
11 διόπερ] ὁρμησάντων πληροῦν τὰς τριήρεις add. P¹