Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 137
γώρως αὐτῶν παραπεμψάντων τὴν ἀγοράν, ῾Ιμίλκας ἐκπλεύσας τεσσαράκοντα τριήρεσιν ἄφνω κατέδυσε μὲν τῶν μακρῶν νεῶν ὀκτώ, τὰς δ᾽ ἄλλας εἰς τὸν αἰγιαλὸν κατεδίωξεν: τῶν δ᾽ ἄλλων πλοίων ἁπάντων κυριεύσας, τοσοῦτον εἰς τοὐναντίον τὰς ἑκατέρων ἐλπίδας μεταπεσεῖν ἐποίησεν, ὥστε τοὺς παρὰ τοῖς ᾿Ακραγαντίνοις Καμπανοὺς καταγνόντας τῆς τῶν ῾Ελλήνων ὑποϑέσεως πεντεκαίδεκα ταλάντοις φϑαρῆναι καὶ μεταβαλέσϑαι πρὸς τοὺς Καρχηδονίους. οἱ δὲ ᾿Ακραγαντῖνοι τὸ μὲν πρῶτον κακῶς ἀπαλλαττόντων τῶν Καρχηδονίων ἀφϑόνως ἀπήλαυον τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀεὶ προσδοκῶντες ταχέως λυϑήσεσϑαι τὴν πολιορκίαν: ἐπεὶ δ᾽ αἱ τῶν βαρβάρων ἐλπίδες ἀνέκυψαν καὶ τοσαῦται μυριάδες εἰς μίαν ἠϑροίσϑησαν πόλιν, ἔλαϑεν αὐτοὺς ὁ σῖτος ἐξαναλωϑείς. λέγεται δὲ καὶ Δέξιππος ὁ Λακεδαιμόνιος πεντεκαίδεκα ταλάντοις διαφϑαρῆναι: εὐϑὺ γὰρ ἀπεκρίνατο πρὸς τοὺς τῶν ᾿Ιταλιωτῶν στρατηγούς, ὅτι συμφέρει τὸν πόλεμον ἐν ἄλλῳ συστήσασϑαι τόπῳ: τὴν γὰρ τροφὴν ἐκλιπεῖν. διόπερ οἱ στρατηγοὶ πρόφασιν ἐνέγκαντες ὡς διεληλύϑασιν οἱ ταχϑέντες τῆς στρατηγίας χρόνοι, τὰς δυνάμεις ἀπήγαγον ἐπὶ τὸν πορϑμόν. μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν συνελϑόντες οἱ στρατηγοὶ μετὰ τῶν ἐφ᾽ ἡγεμονίας τεταγμένων διέγνωσαν ἐξετάσαι τὸν ἐν τῇ πόλει σῖτον: ὃν εὑρόντες παντελῶς ὀλίγον ἐϑεώρουν ἀναγκαῖον ὑπάρχειν ἐκλιπεῖν τὴν
Note a pie di pagina
1 1 ἁμίλκας FK
2 11 ἀπήλαυνον PA
3 13 προσδοκώντων O, corr. Wess.
4 17 τάλαντα P
5 18 ἀπεκρίνατο] ἀπεφήνατο Hert.