Textus Originalis

138 DIODOR. XIII 88—90.

138 DIODOR. XIII 88—90.

πόλιν. εὐϑὺς οὖν ἐπιγινομένης τῆς νυκτὸς παρήγγειλαν ἀναζευγνύειν ἅπαντας. τοσούτου δὲ πλήϑους ἀνδρῶν γυναικῶν παίδων ἐκλιπόντος τὴν πόλιν ἄφνω πολὺς οἶκτος καὶ δάκρυα κατεῖχε τὰς οἰκίας. ἅμα γὰρ ὁ τῶν πολεμίων ἐξέπληττε φόβος, ἅμα δὲ διὰ τὴν σπουδὴν ἠναγκάζοντο καταλιπεῖν εἰς διαρπαγὴν τοῖς βαρβάροις ταῦτ᾽ ἐφ᾽ οἷς ἑαυτοὺς ἐμακάριζον: ἀφαιρουμένης γὰρ τῆς τύχης τὴν ἐξουσίαν τῶν οἴκοι καλῶν, ἀγαπητὸν ἡγοῦντο τὰ σώματα γοῦν αὑτῶν διασῶσαι. οὐ μόνον δὲ τῆς τοιαύτης πόλεως εὐδαιμονίαν παρῆν ὁρᾶν ἀπολειπομένην, ἀλλὰ καὶ σωμάτων πλῆϑος. οἱ μὲν γὰρ ἐν ἀρρωστίαις ὑπὸ τῶν οἰκείων περιεωρῶντο, τῆς καϑ᾽ ἑαυτὸν σωτηρίας ἑκάστου φροντίζοντος. οἱ δὲ ταῖς ἡλικίαις ἤδη προβεβηκότες ὑπὸ τῆς τοῦ γήρως ἀσϑενείας κατελείποντο: πολλοὶ δὲ καὶ τὴν ἀλλαγὴν τῆς πατρίδος ϑανάτου τιμώμενοι τὰς χεῖρας ἑαυτοῖς προσήνεγχαν, ὅπως ταῖς πατρῴαις οἰκίαις ἐναποπνεύσωσιν. οὐ μὴν ἀλλὰ τὸ μὲν ἐκ τῆς πόλεως ἐξιὸν πλῆϑος οἱ στρατιῶται μετὰ τῶν ὅπλων παρέπεμπον εἰς τὴν Γέλαν: ἡ δ᾽ ὁδὸς καὶ πάντα τὰ πρὸς τὴν Γελῴαν ἀποκεκλιμένα τῆς χώρας μέρη ἔγεμε γυναικῶν καὶ παίδων ἀναμὶξ παρϑένοις, αἳ τὴν συνήϑη τρυφὴν εἰς ὁδοιπορίαν σύντονον καὶ κακοπάϑειαν ὑπεράγουσαν μεταβαλλόμεναι διεκαρτέρουν, τοῦ φόβου τὰς ψυχὰς ἐντείνοντος. οὗτοι μὲν οὖν

Note a pie di pagina

1 3 ἐκλιπόντος] ἐκλιπόντων O

2 12 γὰρ om. P¹

3 14 ἑαυτῶν PA

4 22 Γέλῳαν PAFK, Γέλαν c

5 24 τροφὴν P

6 26 ἐντείνοντος Reiske et Madvig, ἐκτείνοντος Dind., ἐκτέμνοντος O; ἐγείροντος fort.