Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 139

Ol. 93, 3 : 406 a. Chr. 139

ἀσφαλῶς διασωϑέντες εἰς Γέλαν ὕστερον εἰς Λεοντίνους κατῴκησαν, Συρακοσίων αὐτοῖς δόντων τὴν πόλιν ταύτην οἰκητήριον. 90 ῾Ο δ᾽ ῾Ιμίλκας ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐντὸς τῶν τειχῶν παρεισαγαγὼν σχεδὸν ἅπαντας τοὺς ἐγκαταληφϑέντας ἀνεῖλεν: ὅτε δὴ καὶ τοὺς ἐν τοῖς ναοῖς καταπεφευγότας ἀποσπῶντες οἱ Καρχηδόνιοι ἀνῄρουν. λέγεται δὲ τὸν Τελλίαν τὸν πρωτεύοντα τῶν πολιτῶν πλούτῳ καὶ καλοκἀγαϑίᾳ συνατυχῆσαι τῇ πατρίδι. βουληϑέντα καταφυγεῖν σύν τισιν ἑτέροις εἰς τὸ τῆς ᾿Αϑηνᾶς ἱερόν, νομίζοντα τῆς εἰς ϑεοὺς παρανομίας ἀφέξεσϑαι τοὺς Καρχηδονίους: ϑεωροῦντα δὲ αὐτῶν τὴν ἀσέβειαν, ἐμπρῆσαι τὸν νεὼν καὶ μετὰ τῶν ἐν τούτῳ ἀναϑημάτων ἑαυτὸν συγκατακαῦσαι. μιᾷ γὰρ πράξει διελάμβανεν ἀφελέσϑαι ϑεῶν ἀσέβειαν, πολεμίων ἁρπαγὰς πολλῶν χρημάτων, μέγιστον ἑαυτοῦ τὴν εἰς τὸ σῶμα ἐσομένην ὕβριν. ὁ δὲ ῾Ιμίλκας τὰ ἱερὰ καὶ τὰς οἰκίας συλήσας καὶ φιλοτίμως ἐρευνήσας, τοσαύτην ὠφέλειαν συνήϑροισεν ὅσην εἰκός ἐστιν ἐσχηκέναι πόλιν οἰκουμένην ὑπὸ ἀνδρῶν εἴκοσι μυριάδων, ἀπόρϑητον δὲ ἀπὸ τῆς κτίσεως γεγενημένην, πλουσιωτάτην δὲ σχεδὸν τῶν τότε ῾Ελληνίδων πόλεων γεγενημένην, καὶ ταῦτα τῶν ἐν αὐτῇ φιλοκαλη-

Note a pie di pagina

1 2 μετῴκησαν Hert. (ut IV 58, 7)

2 4 ᾿Αμίλκας PAFM

3 φωτὶ Reiske, φόβῳ O

4 τὴν add. Dind.

5 6 ἐγκαταλειφϑέντας O, corr. Hert.

6 δὴ Eich., δὲ O

7 8 ἀνῄρουν] παρεκάλουν AL

8 Γελλίαν O

9 14 νεὼ P

10 16 ἀφελεῖσϑαι Dind.

11 17 μέγιστον] καὶ τὸ μέγιστον Steph.

12 18 ᾿Αμίλκας F

13 καὶ om. P

14 22 γεγενημένης P

15 πλουσιωτάτῃ — γεγενημένην om. P

16 24 γεγενημένην del. Bek.