Textus Originalis

140 DIODOR. XIII 90. 91.

140 DIODOR. XIII 90. 91.

σάντων εἰς παντοίων κατασκευασμάτων πολυτέλειαν: καὶ γὰρ γραφαὶ παμπληϑεῖς ηὑρέϑησαν εἰς ἄκρον ἐκπεπονημέναι καὶ παντοίων ἀνδριάντων φιλοτέχνως δεδημιουργημένων ὑπεράγων ἀριϑμός. τὰ μὲν οὖν πολυτελέστατα τῶν ἔργων ἀπέστειλεν εἰς Καρχηδόνα, ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισϑῆναι ταῦρον, τὴν δ᾽ ἄλλην ὠφέλειαν ἐλαφυροπώλησεν. τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς ἱστορίαις διαβεβαιωσάμενος μὴ γεγονέναι τὸ σύνολον ὑπ᾽ αὐτῆς τῆς τύχης ἠλέγχϑη: Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ διακοσίοις ἔτεσιν ἐκπορϑήσας Καρχηδόνα τοῖς ᾿Ακραγαντίνοις μετὰ τῶν ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν ᾿Ακράγαντι. περὶ δὲ τούτου φιλοτιμότερον εἰπεῖν προήχϑην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων πικρότατα κατηγορήσας καὶ συγγνώμην οὐδεμίαν τοῖς ἱστοριογράφοις ἀπολιπὼν αὐτὸς εὑρίσκεται σχεδιάζων, ἐν οἷς μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον. δεῖ γάρ, οἶμαι, τοὺς συγγραφεῖς ἐν μὲν τοῖς ἀγνοήμασι τυγχάνειν συγγνώμης, ὡς ἂν ἀνϑρώπους ὄντας καὶ τῆς ἐν τοῖς παροιχομένοις χρόνοις ἀληϑείας οὔσης δυσευρέτου, τοὺς μέντοι γε κατὰ προαίρεσιν οὐ τυγχάνοντας τοῦ ἀκριβοῦς προσηκόντως κατηγορίας τυγχάνειν, ὅταν κολακεύοντές

Note a pie di pagina

1 1 παντοίων Dind., παντοίαν O

2 3 παντοίων ἀνδριάντων] παντοίαν ἀνδρείαν τῶν P

3 5 ἀπέστειλαν PAFK

4 10 Σκηπίων O-PA

5 14 ὃς] ὡς PAF¹

6 17 πρό γε αὐτοῦ PFJ, πρὸ ἑαυτοῦ c