Textus Originalis
Ol. 91, 3 : 414 a. Chr. 15
τεττάρων τριήρων καταπλεύσας εἰς ῾Ιμέραν τὰς μὲν ναῦς ἐνεώλκησε, τοὺς δ᾽ ῾Ιμεραίους πείσας συμμαχεῖν τοῖς Συρακοσίοις, παρά τε τούτων καὶ Γελῴων, ἔτι δὲ Σελινουντίων καὶ Σικανῶν ἤϑροιζε στρατιώτας. συναγαγὼν δὲ τοὺς ἅπαντας τρισχιλίους μὲν πεζούς, διακοσίους δ᾽ ἱππεῖς, διὰ τῆς μεσογείου παρῆγεν εἰς Συρακούσας. καὶ μετ᾽ ὀλίγας ἡμέρας μετὰ τῶν Συρακοσίων ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς ᾿Αϑηναίους. γενομένης δὲ μάχης ἰσχυρᾶς Λάμαχος ὁ τῶν ᾿Αϑηναίων στρατηγὸς μαχόμενος ἐτελεύτησε: πολλῶν δὲ παρ᾽ ἀμφοτέρων ἀναιρεϑέντων ἐνίκησαν ᾿Αϑηναῖοι. μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνϑου, τοὺς ἐκ τῶν πληρωμάτων ἀναλαβὼν ὁ Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς ᾿Επιπολὰς ἐπολιόρκει. ἐξελϑόντων δὲ τῶν ᾿Αϑηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν ᾿Αϑηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ δι᾽ ὅλης τῆς ᾿Επιπολῆς τὸ τεῖχος κατέσκαψαν: οἱ δ᾽ ᾿Αϑηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς ᾿Επιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον. τούτων δὲ πραχϑέντων οἱ Συρακόσιοι μὲν πρέσβεις ἀπέστειλαν εἰς Κόρινϑον καὶ Λακεδαίμονα περὶ βοηϑείας: οἷς ἀπέστειλαν Κορίνϑιοι μετὰ Βοιωτῶν μὲν καὶ Σικυωνίων χιλίους, Σπαρτιᾶται δ᾽ ἑξακοσίους: Γύλιπ-
Note a pie di pagina
1 1 τεττάρων P
2 2 ἀνεώλκησε P (ἀνείλκυσαν Thuc. VII 1, 3)
3 11 ἀμφοτέροις praestat
4 12 ᾿Αϑ.] οἱ ᾿Αϑ. A
5 13 τριήρων τρισκαίδεκα O-PAF
6 16 ἐπεξελϑόντων malim
7 25 Κορίνϑιοι μὲν μετὰ Βοιωτῶν καὶ Reiske