Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 141

Ol. 93, 3 : 406 a. Chr. 141

τινας ἢ δι᾽ ἔχϑραν πικρότερον προσβάλλοντες ἀποσφάλλωνται τῆς ἀληϑείας. 91 ῾Ιμίλκας δὲ ὀκτὼ μῆνας πολιορκήσας τὴν πόλιν, καὶ μικρὸν πρὸ τῆς χειμερινῆς τροπῆς κυριεύσας αὐτῆς, οὐκ εὐϑὺς κατέσκαψεν, ὅπως αἱ δυνάμεις ἐν ταῖς οἰκίαις παραχειμάσωσιν. τῆς δὲ περὶ τὸν ᾿Ακράγαντα συμφορᾶς διαγγελϑείσης, τοσοῦτος τὴν νῆσον κατέσχε φόβος, ὥστε τῶν Σικελιωτῶν τοὺς μὲν εἰς Συρακούσας μεϑίστασϑαι, τοὺς δὲ εἰς τὴν ᾿Ιταλίαν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἀποσκευάζεσϑαι. οἱ δὲ διαφυγόντες τὴν αἰχμαλωσίαν ᾿Ακραγαντῖνοι παραγενηϑέντες εἰς Συρακούσας κατηγόρουν τῶν στρατηγῶν, φάσκοντες διὰ τὴν ἐκείνων προδοσίαν ἀπολωλέναι τὴν πατρίδα. συνέβαινε δὲ καὶ ὑπὸ τῶν ἄλλων Σικελιωτῶν ἐπιτιμήσεως τυγχάνειν τοὺς Συρακοσίους, ὅτι τοιούτους προστάτας αἱροῦνται, δι᾽ οὓς ἀπολέσϑαι κινδυνεύει πᾶσα Σικελία. οὐ μὴν ἀλλὰ συναχϑείσης ἐκκλησίας ἐν Συρακούσαις, καὶ μεγάλων φόβων ἐπικρεμαμένων, οὐϑεὶς ἐτόλμα περὶ τοῦ πολέμου συμβουλεύειν. ἀπορουμένων δὲ πάντων παρελϑὼν Διονύσιος ὁ ῾Ερμοκράτους τῶν μὲν στρατηγῶν κατηγόρησεν ὡς προδιδόντων τὰ πράγματα τοῖς Καρχηδονίοις, τὰ δὲ πλήϑη παρώξυνε πρὸς τὴν αὐτῶν τιμωρίαν, παρακαλῶν μὴ περιμεῖναι τὸν κατὰ τοὺς νόμους

Note a pie di pagina

1 2 ἢ δι᾽] ἢ δὲ P

2 3 ἀποσφάλλονται P

3 8 ᾿Αμίλκας FK

4 6 τὸν P, τὴν v

5 8 κατέσχε τὴν νῆσον O-PAL

6 12 παραγενηϑέντες — τῶν om. P

7 13 στρατηγῶν] πατηρῶν P

8 14 προδοσίαν Rhod., παρουσίαν O

9 18 οὐ μὴν ἀλλὰ P, καὶ μὴν M, οὐ μὲν c

10 21 προελϑὼν P

11 22 ὁ ῾Ερμοκράτους] ϑερμοκράτους PAHL