Textus Originalis
142 DIODOR. XIII 91. 92.
κλῆρον, ἀλλ᾽ ἐκ χειρὸς εὐϑέως ἐπιϑεῖναι τὴν δίκην. τῶν δ᾽ ἀρχόντων ζημιούντων τὸν Διονύσιον κατὰ τοὺς νόμους ὡς ϑορυβοῦντα, Φίλιστος ὁ τὰς ἱστορίας ὕστερον συγγράψας, οὐσίαν ἔχων μεγάλην, ἐξέτισε τὰ πρόστιμα, καὶ τῷ Διονυσίῳ παρεκελεύετο λέγειν ὅσα προήρητο. καὶ προσεπειπόντος ὅτι καϑ᾽ ὅλην τὴν ἡμέραν, ἂν ζημιοῦν ϑέλωσιν, ἐκτίσει τἀργύριον ὑπὲρ αὐτοῦ, τὸ λοιπὸν ϑαρρήσας ἀνέσειε τὰ πλήϑη, καὶ τὴν ἐκκλησίαν συνταράττων, διέβαλλε τοὺς στρατηγούς, ὅτι χρήμασι πεισϑέντες ἐγκατέλιπον τὴν τῶν ᾿Ακραγαντίνων σωτηρίαν. συγκατηγόρησε δὲ καὶ τῶν ἄλλων τῶν ἐπισημοτάτων πολιτῶν, συνιστὰς αὐτοὺς οἰκείους ὄντας ὀλιγαρχίας, διόπερ συνεβούλευεν αἱρεῖσϑαι στρατηγοὺς μὴ τοὺς δυνατωτάτους, ἀλλὰ τοὺς εὐνουστάτους καὶ δημοτικοὺς μᾶλλον: ἐκείνους μὲν γὰρ δεσποτικῶς ἄρχοντας τῶν πολιτῶν καταφρονεῖν τῶν πολλῶν, καὶ τὰς τῆς πατρίδος συμφορὰς ἰδίας ἡγεῖσϑαι προσόδους, τοὺς δὲ ταπεινοτέρους οὐδὲν πράξειν τῶν τοιούτων, δεδιότας τὴν περὶ αὑτοὺς ἀσϑένειαν. 92 Πάντα δὲ πρὸς τὴν τῶν ἀκουόντων προαίρεσιν καὶ τὴν ἰδίαν ἐπιβολὴν δημηγορήσας, οὐ μετρίως ἐξῆρε τὸν τῶν ἐκκλησιαζόντων ϑυμόν: ὁ γὰρ δῆμος καὶ πάλαι μισῶν τοὺς στρατηγοὺς διὰ τὸ δοκεῖν κακῶς προΐστασϑαι τοῦ πολέμου, τότε διὰ τῶν
Note a pie di pagina
1 1 κλῆρον] καιρόν Wess.
2 3 ϑορυβοῦντα] τὰ πλήϑη καὶ τὴν ἐκκλησίαν add. P (ex v. 9)
3 6 προήρητο Dind., προῃρεῖτο O
4 προσεπειπόντος Dind., προσέτι εἰπόντος O
5 7 ἐϑέλωσιν O-PAF
6 10 ἐγκατέλειπον PA
7 13 ὀλιγαρχίαις O-PAH
8 14 μὴ τοὺς Dind., τοὺς μὴ O
9 26 κακῶς add. Rhod.; ἀφέστασϑαι Wurm, προΐεσϑαι τὰ fort.