Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 143
λόγων παροξυνϑεὶς παραυτίκα τοὺς μὲν ἔλυσε τῆς ἀρχῆς, ἑτέρους δ᾽ εἵλατο στρατηγούς, ἐν οἷς καὶ τὸν Διονύσιον, ὃς ἐν ταῖς πρὸς Καρχηδονίους μάχαις ἀνδρείᾳ δόξας διενηνοχέναι περίβλεπτος ἦν παρὰ τοῖς Συρακοσίοις. διὸ καὶ μετεωρισϑεὶς ταῖς ἐλπίσι πᾶν ἐμηχανήσατο πρὸς τὸ γενέσϑαι τῆς πατρίδος τύραννος. μετὰ γὰρ τὴν παράληψιν τῆς ἀρχῆς οὔτε συνήδρευσεν ἅμα τοῖς στρατηγοῖς οὔϑ᾽ ὅλως συνῆν: ταῦτα δὲ πράττων διεδίδου λόγον ὡς διαπεμπομένων αὐτῶν πρὸς τοὺς πολεμίους. οὕτω γὰρ μάλιστ᾽ ἤλπιξεν ἐκείνων μὲν περιαιρήσεσϑαι τὴν ἐξουσίαν, ἑαυτῷ δὲ μόνῳ περιστήσειν τὴν στρατηγίαν. ταῦτα δ᾽ αὐτοῦ πράττοντος οἱ μὲν χαριέστατοι τῶν πολιτῶν ὑπώπτευον τὸ γινόμενον, καὶ κατὰ πάσας τὰς συνόδους ἐβλασφήμουν αὐτόν, ὁ δὲ δημοτικὸς ὄχλος, ἀγνοῶν τὴν ἐπιβουλήν, ἐπήνει καὶ μόγις ἔφασκε τὴν πόλιν προστάτην εὑρηκέναι βέβαιον. οὐ μὴν ἀλλὰ πολλάκις ἐκκλησίας συναγομένης περὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ϑεωρήσας τοὺς Συρακοσίους καταπεπληγμένους τὸν ἀπὸ τῶν πολεμίων φόβον, συνεβούλευε κατάγειν τοὺς φυγάδας: ἄτοπον γὰρ ὑπάρχειν ἐκ μὲν ᾿Ιταλίας καὶ Πελοποννήσου μεταπέμπεσϑαι βοήϑειαν παρὰ τῶν ἀλλοτρίων, τοὺς δὲ πολίτας μὴ βούλεσϑαι πρὸς τοὺς ἰδίους κινδύνους συμπαραλαμβάνειν, οὕς --- τῶν πολεμίων μεγάλας δωρεὰς ὑπισχνουμένων, ἂν συστρα-
Note a pie di pagina
1 1 τοὺς] τούτους malim
2 ἀπέλυσε vel ἐξέλυσε Reiske
3 8 συνήδρευεν M
4 συνῆν P, συνήει v
5 11 περιαιρεϑήσεσϑαι O, περιαιρήσεσϑαι aut infra περιστήσεσϑαι Reiske
6 14 γινόμενον (c. 9, 4), γενησόμενον L, γενόμενον c
7 16 ἐπιβολὴν v
8 μόγις c. 68, 4] μόλις O
9 26 συστρατεύσωσι O-PAL