Textus Originalis

144 DIODOR. XIII 92. 93.

144 DIODOR. XIII 92. 93.

τεύωσιν --- προαιρεῖσϑαι μᾶλλον ἐπὶ ξένης ἀλωμένους ἀποϑανεῖν ἤπερ ἀλλότριόν τι κατὰ τῆς πατρίδος βουλεύσασϑαι. καὶ γὰρ [εἰ] διὰ τὰς γεγενημένας ἐν τῇ πόλει στάσεις φυγόντας, νῦν γε τυχόντας ταύτης τῆς εὐεργεσίας προϑύμως ἀγωνιεῖσϑαι, τοῖς εὖ ποιήσασιν ἀποδιδόντας χάριτας. πρὸς δὲ τὴν ὑπόϑεσιν ταύτην πολλὰ διαλεχϑεὶς οἰκεῖα τοῖς πράγμασι συμψήφους ἔλαβε τοὺς Συρακοσίους: οὐδὲ γὰρ τῶν συναρχόντων οὐδεὶς ἐτόλμα περὶ τούτων ἀντειπεῖν διά τε τὴν τοῦ πλήϑους ὁρμὴν καὶ διὰ τὸ ϑεωρεῖν ἑαυτῷ μὲν περιεσομένην τὴν ἀπέχϑειαν, ἐκείνῳ δὲ τὴν παρὰ τῶν εὐεργετηϑέντων χάριν. τοῦτο δ᾽ ἔπραξεν ὁ Διονύσιος ἐλπίζων ἰδίους ἕξειν τοὺς φυγάδας, ἀνϑρώπους μεταβολῆς ἐπιϑυμοῦντας καὶ πρὸς τὴν ἐπίϑεσιν τῆς τυραννίδος εὐϑέτως διακειμένους: ἤμελλον γὰρ ἡδέως ὄψεσϑαι τῶν ἐχϑρῶν φόνους, δημεύσεις τῶν οὐσιῶν, ἑαυτοῖς ἀποκαϑεσταμένα τὰ χρήματα. καὶ τέλος, κυρωϑείσης τῆς περὶ τῶν φυγάδων γνώμης, οὗτοι μὲν εὐϑὺς εἰς τὴν πατρίδα κατῆλϑον: ἐκ δὲ τῆς Γέλας ἐνεχϑέντων γραμμάτων, ὅπως ἀποσταλῶσι στρατιῶται πλείους, ἔλαβεν ὁ Διονύσιος οἰκείαν ἔφοδον τῆς ἰδίας προαιρέσεως. ἀποσταλεὶς γὰρ μετὰ στρατιωτῶν πεζῶν μὲν δισχιλίων, ἱππέων δὲ τετρακοσίων, ἦλϑε συντόμως εἰς τὴν πόλιν τῶν Γελῴων, ἣν τότε παρεφύλαττε Δέξιππος ὁ Λακεδαιμόνιος, κατασταϑεὶς ὑπὸ Συρακοσίων. ὁ δ᾽ οὖν Διονύσιος καταλαβὼν

Note a pie di pagina

1 1 προῃρεῖσϑαι P

2 μᾶλλον] ἤπερ add. PAf

3 3 εἰ del. Reiske

4 4 φυγόντας] φυγεῖν Eich., ἔφυγον Dind.

5 νῦν γε τυχόντας om. P

6 17 ἀποκατεσταμένα PA