Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 145

Ol. 93, 3 : 406 a. Chr. 145

διττοὺς εὐπορωτάτους στασιάζοντας πρὸς τὸν δῆμον, καὶ κατηγορήσας αὐτῶν ἐν ἐκκλησίᾳ καὶ κατακρίνας, αὐτοὺς μὲν ἀπέκτεινε, τὰς δ᾽ οὐσίας αὐτῶν ἐδήμευσεν, ἐκ δὲ τῶν χρημάτων τούτων τοῖς μὲν φρουροῦσι τὴν πόλιν, ὧν ἡγεῖτο Δέξιππος, ἀπέδωκε τοὺς ὀφειλομένους μισϑούς: τοῖς δὲ μετ᾽ αὐτοῦ παραγεγονόσιν ἐκ Συρακουσῶν ἐπηγγείλατο διπλοῦς ποιήσειν τοὺς μισϑούς, ὧν ἡ πόλις ἔταξε. διὰ δὲ τούτου τοῦ τρόπου τούς τ᾽ ἐν Γέλᾳ στρατιώτας καὶ τοὺς μετ᾽ αὐτοῦ ταῖς εὐνοίαις ἰδίους κατεσκεύασεν. ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τοῦ δήμου τῶν Γελῴων ὡς αἴτιος αὐτοῖς γεγενημένος τῆς ἐλευϑερίας: τοῖς γὰρ δυνατωτάτοις φϑονοῦντες τὴν ἐκείνων ὑπεροχὴν δεσποτείαν αὐτῶν ἀπεκάλουν. διόπερ ἐξέπεμψαν πρέσβεις τοὺς ἐπαινοῦντας ἐν Συρακούσαις καὶ τὰ ψηφίσματα φέροντας, ἐν οἷς αὐτὸν μεγάλαις δωρεαῖς ἐτίμησαν. ὁ δὲ Διονύσιος ἐπεβάλετο μὲν τὸν Δέξιππον πείϑειν κοινωνῆσαι τῆς ἐπιβολῆς: ἐπεὶ δ᾽ οὐ συγκατετίϑετο, μετὰ τῶν ἰδίων στρατιωτῶν ἕτοιμος ἦν ἀνακάμπτειν εἰς Συρακούσας. οἱ δὲ Γελῷοι πυνϑανόμενοι τοὺς Καρχηδονίους μέλλειν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ πρώτην στρατεύειν τὴν Γέλαν, ἐδέοντο τοῦ Διονυσίου μεῖναι καὶ μὴ περιιδεῖν αὐτοὺς τὰ αὐτὰ τοῖς ᾿Ακραγαντίνοις παϑόντας. οἷς ἐπαγγειλάμενος ὁ Διονύσιος συντόμως ἥξειν μετὰ πλείονος δυνάμεως, ἐξώρμησεν ἐκ τῆς Γέλας μετὰ τῶν ἰδίων στρατιωτῶν. 94 Θέας δ᾽ οὔσης ἐν ταῖς Συρακούσαις, τὴν ὥραν

Note a pie di pagina

1 10 μεϑ᾽ ἑαυτοῦ O-PA

2 κατεσκεύασεν P, κατέστησεν v

3 14 αὐτῶν PAL, ἑαυτῶν c

4 15 ἐπαινέσοντας M

5 16 οἷς Eich., αἷς O

6 24 παριδεῖν P