Textus Originalis

146 DIODOR. XIII 94. 95.

146 DIODOR. XIII 94. 95.

τῆς ἀπαλλαγῆς τῶν ἐκ τοῦ ϑεάτρου παρῆν εἰς τὴν πόλιν. συνδραμόντων δὲ τῶν ὄχλων ἐπ᾽ αὐτὸν καὶ πυνϑανομένων περὶ τῶν Καρχηδονίων, ἀγνοεῖν αὐτοὺς ἔφη, διότι τῶν ἔξωϑεν πολεμιωτέρους ἔχουσι τοὺς ἔνδον τῶν κοινῶν προεστῶτας, οἷς οἱ μὲν πολῖται πιστεύοντες ἑορτάζουσιν, αὐτοὶ δὲ διαφοροῦντες τὰ δημόσια τοὺς στρατιώτας ἀμίσϑους πεποιήκασι, καὶ τῶν πολεμίων ἀνυπερβλήτους ποιουμένων τὰς εἰς τὸν πόλεμον παρασκευὰς καὶ μελλόντων ἐπὶ Συρακούσας τὴν δύναμιν ἄγειν, τούτων οὐδ᾽ ἡντινοῦν ποιοῦνται φροντίδα: δι᾽ ἣν δ᾽ αἰτίαν ταῦτα πράττουσιν, εἰδέναι μὲν καὶ πρότερον, νῦν δὲ σαφέστερον ἐγνωκέναι: ῾Ιμίλκωνα γὰρ πρὸς αὐτὸν ἀπεσταλκέναι κήρυκα, πρόφασιν μὲν ὑπὲρ τῶν αἰχμαλώτων, παρακαλεῖν δὲ --- πλῆϑος τῶν συναρχόντων περιποιησάμενον μηδὲν τῶν πραττομένων πολυπραγμονεῖν --- μή γ᾽ ἀντιπράττειν, ἐπειδὴ συνεργεῖν οὐ προαιρεῖται. μηκέτ᾽ οὖν βούλεσϑαι στρατηγεῖν, ἀλλὰ παρεῖναι τὴν ἀρχὴν ἀποϑησόμενος: οὐ γὰρ ἀνεκτὸν εἶναι, τῶν ἄλλων πωλούντων τὴν πατρίδα, μόνον κινδυνεύειν μετὰ τῶν πολιτῶν ἅμα καὶ δόξειν μετεσχηκέναι τῆς προδοσίας. παροξυνϑέντων δὲ ἐπὶ τοῖς ῥηϑεῖσι καὶ τοῦ λόγου διὰ

Note a pie di pagina

1 1 τὴν] κατὰ τὴν Rhod., ὑπὸ vel περὶ τὴν Reiske

2 11 συρακούσσαις P

3 τούτων Reiske, τούτων δ᾽ O

4 12 ποιοῦνται Dind., ποιούμενοι ὁ δ᾽ add. Reiske

5 14 ἀνεγνωκέναι O, corr. Dind.

6 ἰμίλκονα P

7 16 πλῆϑος PFJK (FJK in mg. γρ. πλείω), πολλοὺς M, πλείω a

8 18 μή γ᾽] μήδ᾽ O

9 21 ἀνεκτέον O-PAM

10 22 μόνον] μὴ μόνον Eich., οὐ μόνον Reiske

11 ἅμα] ἀλλὰ O

12 23 δόξειν] δοκεῖν Dind.