Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 147

Ol. 93, 3 : 406 a. Chr. 147

πάσης τῆς δυνάμεως ῥυέντος, τότε μὲν εἷς ἕκαστος ἀγωνιῶν εἰς οἶκον ἐχωρίσϑη: τῇ δ᾽ ὑστεραίᾳ συναχϑείσης ἐκκλησίας, ἐν ᾗ τῶν ἀρχόντων πολλὰ κατηγορήσας οὐ μετρίως εὐδοκίμησε, τὸν δὲ δῆμον κατὰ τῶν στρατηγῶν παρώξυνε. τέλος δὲ τῶν καϑημένων τινὲς ἀνεβόησαν στρατηγὸν αὐτὸν αὐτοκράτορα καϑιστάναι καὶ μὴ περιμένειν, ἄχρις ἂν οἱ πολέμιοι τοῖς τείχεσιν ἐπεισίωσι: χρείαν γὰρ ἔχειν τὸ μέγεϑος τοῦ πολέμου τοιούτου στρατηγοῦ, δι᾽ οὗ δυνατὸν εἶναι εὐπορεῖν τοῖς πράγμασιν: τὰ δὲ περὶ τῶν προδοτῶν ἐν ἐκκλησίᾳ ἑτέρᾳ βουλεύεσϑαι: τῶν γὰρ ἐνεστώτων καιρῶν ἀλλότριον εἶναι: καὶ πρότερον δὲ Καρχηδονίων τὰς τριάκοντα μυριάδας περὶ τὴν ῾Ιμέραν νενικῆσϑαι στρατηγοῦντος Γέλωνος αὐτοκράτορος. ταχὺ δὲ τῶν πολλῶν, ὥσπερ εἰώϑασιν, ἐπὶ τὸ χεῖρον ῥεπόντων, ὁ Διονύσιος ἀπεδείχϑη στρατηγὸς αὐτοκράτωρ. ἐπεὶ δ᾽ οὖν αὐτῷ τὰ πράγματα κατὰ νοῦν ἠκολούϑει, ψήφισμα ἔγραψε τοὺς μισϑοὺς διπλασίους εἶναι: πάντας γὰρ ἔφησε τούτου γενομένου προϑυμοτέρους ἔσεσϑαι πρὸς τὸν ἀγῶνα, καὶ περὶ τῶν χρημάτων παρεκάλει μηϑὲν ἀγωνιᾶν: ἔσεσϑαι γὰρ αὐτῶν τὸν πόρον ῥᾴδιον. 95 Διαλυϑείσης δὲ τῆς ἐκκλησίας οὐκ ὀλίγοι τῶν Συρακοσίων κατηγόρουν τῶν πραχϑέντων, ὥσπερ οὐκ αὐτοὶ ταῦτα κεκυρωκότες: τοῖς γὰρ λογισμοῖς

Note a pie di pagina

1 2 ἐν ᾗ del. Reiske

2 4 δὲ del. Eich.

3 5 δὲ del. Bek.

4 8 ἐπεισίωσι P, ἐπισείωσι v

5 10 εὐπορεῖν] εὐροεῖν Madvig; εὐστοχεῖν τῶν πραγμάτων Bezzel

6 11 ἑτέρᾳ P, om. c

7 26 ταῦτα κεκυρωκότες] τὰ κεκυρωμένα πεποιηκότες, ταῦτα K