Textus Originalis
148 DIODOR. XIII 95. 96.
εἰς ἑαυτοὺς ἐρχόμενοι τὴν ἐσομένην δυναστείαν ἀνεϑεώρουν. οὗτοι μὲν οὖν βεβαιῶσαι βουλόμενοι τὴν ἐλευϑερίαν ἔλαϑον ἑαυτοὺς δεσπότην τῆς πατρίδος καϑεστακότες: ὁ δὲ Διονύσιος τὴν μετάνοιαν τῶν ὄχλων φϑάσαι βουλόμενος, ἐπεζήτει δι᾽ οὗ τρόπου δύναιτο φύλακας αἰτήσασϑαι τοῦ σώματος: τούτου γὰρ συγχωρηϑέντος ῥᾳδίως ἤμελλε κυριεύσειν τῆς τυραννίδος. εὐϑὺς οὖν παρήγγειλε τοὺς ἐν ἡλικίᾳ πάντας ἕως ἐτῶν τεσσαράκοντα λαβόντας ἐπισιτισμὸν ἡμερῶν τριάκοντα καταντᾶν μετὰ τῶν ὅπλων εἰς Λεοντίνους. αὕτη δ᾽ ἡ πόλις τότε φρούριον ἦν τῶν Συρακοσίων, πλῆρες ὑπάρχον φυγάδων καὶ ξένων ἀνϑρώπων. ἤλπιζε γὰρ τούτους συναγωνιστὰς ἕξειν, ἐπιϑυμοῦντας μεταβολῆς, τῶν δὲ Συρακοσίων τοὺς πλείστους οὐδ᾽ ἥξειν εἰς Λεοντίνους. οὐ μὴν ἀλλὰ νυκτὸς ἐπὶ τῆς χώρας στρατοπεδεύων, καὶ προσποιηϑεὶς ἐπιβουλεύεσϑαι, κραυγὴν ἐποίησε καὶ ϑόρυβον διὰ τῶν ἰδίων οἰκετῶν: τοῦτο δὲ πράξας συνέφυγεν εἰς τὴν ἀκρόπολιν, καὶ διενυκτέρευσε πυρὰ καίων καὶ τοὺς γνωριμωτάτους τῶν στρατιωτῶν μεταπεμπόμενος. ἅμα δ᾽ ἡμέρᾳ τοῦ πλήϑους ἀϑροισϑέντος εἰς Λεοντίνους, πολλὰ πρὸς τὴν τῆς ἐπιβολῆς ὑπόϑεσιν πιϑανολογήσας ἔπεισε τοὺς ὄχλους δοῦναι φύλακας αὐτῷ τῶν στρατιωτῶν ἑξακοσίους, οὓς ἂν προαιρῆται. λέγεται δὲ τοῦτο πρᾶξαι τὸν Διονύσιον ἀπομιμούμενον Πεισίστρατον τὸν ᾿Αϑηναῖον: καὶ γὰρ ἐκεῖνόν φασιν ἑαυτὸν κατατραυ-
Note a pie di pagina
1 9 σαράκονα P
2 12 πλήρης P
3 15 οὐδ᾽ del. Wurm
4 23 ἐπιβουλῆς v
5 πειϑανολ. PA
6 26 ὑπομιμούμενον O, corr. Reiske